Τετάρτη, 1 Μαρτίου 2017

ΘΕΟΤΟΚΙΑ ΕΙΣ ΕΚΑΣΤΟΝ ΗΜΕΡΑΝ





Κυριακή  Δευτέρα  Τρίτη  Τετάρτη  Πέμπτη  Παρασκευή  Σάββατο


ΚΥΡΙΑΚΗ

Στιχηρά

Θεοτοκίον  Ήχος α'

Τήν παγκόσμιον δόξαν τήν εξ ανθρώπων σπαρείσαν, καί τόν Δεσπότην τεκούσαν, τήν επουράνιον πύλην, υμνήσωμεν Μαρίαν τήν Παρθένον, τών Ασωμάτων τό άσμα, καί τών πιστών τό εγκαλλώπισμα, αύτη γάρ ανεδείχθη ουρανός, καί ναός τής θεότητος, αύτη τό μεσότοιχον τής έχθρας καθελούσα, ειρήνην αντεισήξε, καί τό βασίλειον ηνέωξε, Ταύτην ούν κατέχοντες, τής πίστεως τήν άγκυραν, υπέρμαχον έχομεν, τόν εξ αυτής τεχθέντα Κύριον. Θαρσείτω τοίνυν, θαρσείτω Λαός τού Θεού, καί γάρ αυτός πολεμήσει τούς εχθρούς ως παντοδύναμος.

Θεοτοκίον  Ήχος β'

Παρήλθεν η σκιά τού νόμου, τής χάριτος ελθούσης, ως γάρ η βάτος ουκ εκαίετο καταφλεγομένη, ούτω παρθένος έτεκες, καί παρθένος έμεινας, αντί στύλου πυρός, δικαιοσύνης ανέτειλεν Ήλιος, αντί Μωϋσέως Χριστός, η σωτηρία τών ψυχών ημών.

Θεοτοκίον  Ήχος γ'

Πώς μή θαυμάσωμεν, τόν θεανδρικόν σου Τόκον Πανσεβάσμιε; πείραν γάρ ανδρός μή δεξαμένη Πανάμωμε, έτεκες απάτορα Υιόν εν σαρκί, τόν πρό αιώνων εκ Πατρός γεννηθέντα αμήτορα, μηδαμώς υπομείναντα τροπήν, ή φυρμόν, ή διαίρεσιν, αλλ' εκατέρας ουσίας τήν ιδιότητα, σώαν φυλάξαντα. Διό Μητροπάρθενε Δέσποινα, αυτόν ικέτευε σωθήναι, τάς ψυχάς τών ορθοδόξως, Θεοτόκον ομολογούντων σε.

Θεοτοκίον  Ήχος δ'

Ο διά σέ Θεοπάτωρ προφήτης Δαυϊδ, μελωδικώς περί σού προανεφώνησε, τώ μεγαλείά σοι ποιήσαντι, Παρέστη η Βασίλισσα εκ δεξιών σου. Σέ γάρ μητέρα πρόξενον ζωής ανέδειξεν, ο απάτωρ εκ σού ενανθρωπήσαι ευδοκήσας Θεός, ίνα τήν εαυτού αναπλάση εικόνα, φθαρείσαν τοίς πάθεσι, καί τό πλανηθέν ορειάλωτον ευρών, πρόβατον τοίς ώμοις αναλαβών, τώ Πατρί προσαγάγη, καί τώ ιδίω θελήματι, ταίς ουρανίαις συνάψη Δυνάμεσι, καί σώση Θεοτόκε τόν κόσμον, Χριστός ο έχων, τό μέγα καί πλούσιον έλεος.

Θεοτοκίον  Ήχος πλ. α'

Εν τή ερυθρά θαλάσση τής απειραγάμου Νύμφης εικών διεγράφη ποτέ. Εκεί Μωϋσής διαιρέτης τού ύδατος, ενθάδε Γαβριήλ υπηρέτης τού θαύματος, τότε τόν βυθόν επέζευσεν αβρόχως, Ισραήλ, νύν δέ τόν Χριστόν εγέννησεν ασπόρως η Παρθένος, η θάλασσα μετά τήν πάροδον τού Ισραήλ, έμεινεν άβατος, η άμεμπτος μετά τήν κύησιν τού Εμμανουήλ, έμεινεν άφθορος, ο ών καί προών, καί φανείς ως άνθρωπος, Θεός ελέησον ημάς.

Θεοτοκίον  Ήχος πλ. β'


Τίς μή μακαρίσει σε, Παναγία Παρθένε; τίς μή ανυμνήσει σου τόν αλόχευτον τόκον; ο γάρ αχρόνως εκ Πατρός εκλάμψας Υιός μονογενής, ο αυτός εκ σού τής Αγνής προήλθεν, αφράστως σαρκωθείς, φύσει Θεός υπάρχων, καί φύσει γενόμενος άνθρωπος δι' ημάς, ουκ εις δυάδα προσώπων τεμνόμενος, αλλ' εν δυάδι φύσεων, ασυγχύτως γνωριζόμενος. Αυτόν ικέτευε, σεμνή Παμμακάριστε, ελεηθήναι τάς ψυχάς ημών.

Θεοτοκίον  Ήχος Βαρύς

Μήτηρ μέν εγνώσθης, υπέρ φύσιν Θεοτόκε, έμεινας δέ παρθένος, υπέρ λόγον καί έννοιαν, καί τό θαύμα τού τόκου σου, ερμηνεύσαι γλώσσα ου δύναται, παραδόξου γάρ ούσης τής συλλήψεως Αγνή, ακατάληπτός εστιν ο τρόπος τής κυήσεως, όπου γάρ βούλεται Θεός, νικάται φύσεως τάξις. Διό σε πάντες Μητέρα τού Θεού γινώσκοντες, δεόμεθά σου εκτενώς. Πρέσβευε τού σωθήναι τάς ψυχάς ημών.

Θεοτοκίον  Ήχος πλ. δ'

Ο Βασιλεύς τών ουρανών, διά φιλανθρωπίαν, επί τής γής ώφθη, καί τοίς ανθρώποις συνανεστράφη. εκ Παρθένου γάρ αγνής, σάρκα προσλαβόμενος καί εκ ταύτης προελθών μετά τής προσλήψεως, είς εστιν Υιός, διπλούς τήν φύσιν, αλλ' ου τήν υπόστασιν, διό τέλειον αυτόν Θεόν, καί τέλειον άνθρωπον, αληθώς κηρύττοντες, ομολογούμεν Χριστόν τόν Θεόν ημών, όν ικέτευε Μήτηρ ανύμφευτε, ελεηθήναι τάς ψυχάς ημών.

Απόστικα Τού Εσπερινού

Θεοτοκίον  Ήχος α'

Ιδού πεπλήρωται η τού Ησαϊου πρόρρησις, Παρθένος γάρ εγέννησας, καί μετά τόκον, ως πρό τόκου διέμεινας. Θεός γάρ ήν ο τεχθείς, διό καί φύσις εκαινοτόμησεν. Αλλ' ώ Θεομήτορ, ικεσίας σών δούλων, σώ τεμένει προσφερομένας σοι, μή παρίδης, αλλ' ως τόν Εύσπλαγχνον σαίς αγκάλαις φέρουσα, σοίς οικέταις σπλαγχνίσθητι, καί πρέσβευε σωθήναι τάς ψυχάς ημών.

Θεοτοκίον  Ήχος β'

Ώ θαύματος καινού, πάντων τών πάλαι θαυμάτων! τίς γάρ έγνω Μητέρα, άνευ ανδρός τετοκυίαν, καί εν αγκάλαις φέρουσαν, τόν άπασαν τήν κτίσιν περιέχοντα; Θεού εστι βουλή τό κυηθέν, όν ως βρέφος Πάναγνε, σαίς ωλέναις βαστάσα, καί μητρικήν παρρησίαν πρός αυτόν κεκτημένη, μή παύση δυσωπούσα υπέρ τών σέ τιμώντων, τού οικτειρήσαι καί σώσαι τάς ψυχάς ημών.

Θεοτοκίον  Ήχος γ'

Ασπόρως εκ θείου Πνεύματος, βουλήσει δέ Πατρός, συνείληφας Υιόν τόν τού Θεού, εκ Πατρός αμήτορα, πρό τών αιώνων υπάρχοντα, δι' ημάς δέ εκ σού απάτορα γεγονότα, σαρκί απεκύησας, καί βρέφος εγαλούχησας. Διό μή παύση πρεσβεύειν, τού λυτρωθήναι κινδύνων τάς ψυχάς ημων.

Θεοτοκίον  Ήχος δ'

Νεύσον παρακλήσει σών οικετών Πανάμωμε, παύουσα δεινών ημών επαναστάσεις, πάσης θλίψεως ημάς απαλλάττουσα, σέ γάρ μόνην ασφαλή, καί βεβαίαν άγκυραν έχομεν, καί τήν σήν προστασίαν κεκτήμεθα, Μή αισχυνθώμεν Δέσποινα, σέ προσκαλούμενοι, σπεύσον εις ικεσίαν, τών σοί πιστώς βοώντων, Χαίρε Δέσποινα, η πάντων βοήθεια, χαρά καί σκέπη, καί σωτηρία τών ψυχών ημών.

Θεοτοκίον  Ήχος πλ. α'

Ναός καί πύλη υπάρχεις, παλάτιον καί θρόνος τού Βασιλέως, Παρθένε πάνσεμνε, δι' ως ο λυτρωτής μου Χριστός ο Κύριος, τοίς εν σκότει καθεύδουσιν επέφανεν, Ήλιος υπάρχων δικαιοσύνης, φωτίσαι θέλων ούς έπλασε, κατ' εικόνα ιδίαν χειρί τή εαυτού. Διό Πανύμνητε, ως μητρικήν παρρησίαν πρός αυτόν κεκτημένη, αδιαλείπτως πρέσβευε, σωθήναι τάς ψυχάς ημών.

Θεοτοκίον  Ήχος πλ. β'

Ο ποιητής καί λυτρωτής μου Πάναγνε, Χριστός ο Κύριος, εκ τής σής νηδύος προελθών, εμέ ενδυσάμενος, τής πρώην κατάρας, τόν Αδάμ ηλευθέρωσε, διό σοι Πάναγνε, ως τού Θεού Μητρί τε καί Παρθένω αληθώς, βοώμεν ασιγήτως, τό Χαίρε τού Αγγέλου. Χαίρε Δέσποινα, προστασία καί σκέπη, καί σωτηρία τών ψυχών ημών.

Θεοτοκίον  Ήχος Βαρύς

Υπό τήν σήν Δέσποινα σκέπην, πάντες οι γηγενείς, προσπεφευγότες βοώμέν σοι, Θεοτόκε η ελπίς ημών, ρύσαι ημάς εξ αμέτρων πταισμάτων, καί σώσον τάς ψυχάς ημών.

Θεοτοκίον  Ήχος πλ. δ'

Ανύμφευτε Παρθένε, η τόν Θεόν αφράστως συλλαβούσα σαρκί, Μήτηρ Θεού τού υψίστου, σών οίκετών παρακλήσεις δέχου Πανάμωμε, η πάσι χορηγούσα καθαρισμόν τών πταισμάτων, νύν τάς ημών ικεσίας προσδεχομένη, δυσώπει σωθήναι πάντας ημάς.

Απολυτίκια

Θεοτοκίον  Ήχος α'

Τού Γαβριήλ φθεγξαμένου σοι Παρθένε τό Χαίρε, σύν τή φωνή εσαρκούτο ο τών όλων Δεσπότης, εν σοί τή αγία κιβωτώ, ως έφη ο δίκαιος Δαυϊδ, εδείχθης πλατυτέρα τών ουρανών, βαστάσασα τόν Κτίστην σου. Δόξα τώ ενοικήσαντι εν σοί, δόξα τώ προελθόντι εκ σού, δόξα τώ ελευθερώσαντι ημάς διά τού τόκου σου.

Θεοτοκίον  Ήχος β'

Πάντα υπέρ έννοιαν, πάντα υπερένδοξα, τα σά Θεοτόκε μυστήρια, τή αγνεία εσφραγισμένη, καί παρθενία φυλαττομένη, Μήτηρ εγνώσθης αψευδής, Θεόν τεκούσα αληθινόν, αυτόν ικέτευε σωθήναι τάς ψυχάς ημών.

Θεοτοκίον  Ήχος γ'

Σε τήν μεσιτεύσασαν τήν σωτηρίαν τού γένους ημών, ανυμνούμεν Θεοτόκε Παρθένε, εν τή σαρκί γάρ τή εκ σού προσληφθείση, ο Υιός σου καί Θεός ημών τό διά Σταυρού καταδεξάμενος πάθος, ελυτρώσατο ημάς, εκ φθοράς ως φιλάνθρωπος.

Θεοτοκίον  Ήχος δ'

Τό απ' αιώνος απόκρυφον, καί Αγγέλοις άγνωστον μυστήριον, διάσού Θεοτόκε τοίς επί γής πεφανέρωται, Θεός εν ασυγχύτω ενώσει σαρκούμενος, καί Σταυρόν εκουσίως υπέρ ημών καταδεξάμενος, δι' ού αναστήσας τόν πρωτόπλαστον, έσωσεν εκ θανάτου τάς ψυχάς ημών.

Θεοτοκίον  Ήχος πλ. α'

Χαίρε πύλη Κυρίου η αδιόδευτος, χαίρε τείχος καί σκέπη τών προστρεχόντων εις σέ, χαίρε αχείμαστε λιμήν καί Απειρόγαμε, η τεκούσα εν σαρκί τόν Ποιητήν σου καί Θεόν, πρεσβεύουσα μή ελλείπης, υπέρ τών ανυμνούντων, καί προσκυνούντων τόν Τόκον σου.
Θεοτοκίον  Ήχος πλ. β'

Ο τήν ευλογημένην καλέσας σου Μητέρα ήλθες επί τό πάθος εκουσία βουλή, λάμψας εν τώ Σταυρώ, αναζητήσαι θέλων τόν Αδάμ, λέγων τοίς Αγγέλοις. Συγχάρητέ μοι, ότι ευρέθη η απολομένη δραχμή, ο πάντα σοφώς οικονομήσας, δόξα σοι.

Θεοτοκίον  Ήχος Βαρύς

Ως τής ημών Αναστάσεως θησαύρισμα, τούς επί σοί πεποιθότας Πανύμητε, εκ λάκκου καί βυθού πταισμάτων ανάγαγε, σύ γάρ τούς υπευθύνους τή αμαρτία, έσωσας τεκούσα τήν σωτηρίαν, η πρό τόκου Παρθένος, καί εν τόκω Παρθένος, καί μετά τόκον πάλιν ούσα Παρθένος.

Θεοτοκίον  Ήχος πλ. δ'

Ο δι' ημάς γεννηθείς εκ Παρθένου, καί σταύρωσιν υπομείνας αγαθέ, ο θανάτω τόν θάνατον σκυλεύσας, καί Έγερσιν δείξας ως Θεός, μή παρίδης ούς έπλασας τή χειρί σου, δείξον τήν φιλανθρωπίαν σου ελεήμον, δέξαι τήν τεκούσάν σε Θεοτόκον πρεσβεύουσαν υπέρ ημών καί σώσον Σωτήρ ημών, λαόν απεγνωσμένον.

Top

ΔΕΥΤΕΡΑ

Στιχηρά Τού Εσπερινού

Θεοτοκίον  Ήχος α'

Μαρία τό άμωμον καί νούν, πάντα υπερκείμενον, τής καθαρότητος όχημα, περικρατούμενον, πολλαίς αμαρτίαις, καί στενοχωρούμενον, πρός πλάτος μετανοίας με ίθυνον, πανσθενεστάτη σου προστασία, καί γάρ δύνασαι, οία Μήτηρ, τού πάντα ισχύοντος.

Θεοτοκίον  Ήχος β'

Ώραν τής ετάσεως σκοπών, φρίττω εννοών μου τά πλήθη, τών παραπτώσεων, τί απολογήσομαι; πώς διαφεύξομαι, τήν αισχύνην τήν μέλλουσαν, ασώτως βιώσας; όθεν Κόρη κράζω σοι θερμοίς τοίς δάκρυσι. Πλύνον, τής ψυχής μου τόν ρύπον, η τόν καθαρόν μαργαρίτην, τόν Χριστόν κυήσασα, καί σώσόν με.

Θεοτοκίον  Ήχος γ'

Μεγάλης διά σού, ευεργεσίας Άχραντε, τυχόντες σύν Αγγέλοις, γεραίρομεν τόν τόκον σου, τόν καταξιώσαντα εκ μήτρας σου τεχθήναι, δι' άκραν ευσπλαγχνίαν, καί αναπλάσαντα, τών ανθρώπων τό γένος.

Θεοτοκίον  Ήχος δ'

Ως πρεσβείαν ακοίμητον, καί παράκλησιν έμμονον, κεκτημένη Πάναγνε, πρός τόν Κύριον, τούς πειρασμούς κατακοίμισον, τά κύματα πράϋνον, τής αθλίας μου ψυχής, καί εν θλίψει υπάρχουσαν, τήν καρδίαν μου, παρακάλεσον Κόρη, δυσωπώ σε, καί χαρίτωσον τόν νούν μου, όπως αξίως δοξάζω σε.

Θεοτοκίον  Ήχος πλ. α'

Λάμψον τόν φωτισμόν σου εμοί, τώ εν τώ σκότει τών δεινών ενυπάρχοντι, τό φέγγος τής αληθείας, η συλλαβούσα Θεόν, καί σαρκί τεκούσα Μητροπάρθενε, βυθού απογνώσεως, διά τάχους ανάγαγε, καί επί πέτραν, ασφαλούς βιοτεύσεως, επιστήριξον, τής ψυχής μου τά βήματα, δίκασον τούς απαύστως με, πολεμούντας δαίμονας, παύσον τόν πόνον εν τάχει, τής ταλαιπώρου καρδίας μου, ελπίς τών περάτων, η τώ κόσμω δωρουμένη, τό μέγα έλεος.

Θεοτοκίον  Ήχος πλ. β'

Γνώμη ολισθήσας τε, καί υποκύψας τώ πλάνω, απάτη Θεόνυμφε, πρός τήν υπερθαύμαστον ευσπλαγχνίαν σου, καί θερμήν δέησιν, παναγία Κόρη, καταφεύγω ο πανάθλιος, δεσμού με λύτρωσαι, τών πειρατηρίων καί θλίψεων, καί σώσόν με Πανάμωμε, τών δαιμονικών επιθέσεων, ίνα σέ δοξάζω, καί πόθω ανυμνώ καί προσκυνώ, καί μεγαλύνω σε, Δέσποινα, τήν αειμακάριστον.

Θεοτοκίον  Ήχος βαρύς

Σοί τή Μητρί τού Θεού, Χαίρε σύν τώ Αγγέλω αναβοά, γηγενών πάσα φύσις, ως σωτηρίας τής αυτών γενομένη, Θεοτόκε προξένω τώ τόκω σου.

Θεοτοκίον  Ήχος πλ. δ'

Ώ τού παραδόξου θαύματος

Χαίρε δαιμόνων αφάνισις, χαίρε Θυγάτηρ Αδάμ, αληθώς η ανθήσασα, άνθος τό αμάραντον, χαίρε δόξα τών δούλων σου, δεινών η λύσις, χαίρε Πανάμωμε, τό δώρον χαίρε, παρά Θεού δωρηθέν, κόσμω διάσωσμα, τών παρακαλούντων σε, χαίρε Σεμνή, χαίρε δόξα Δέσποινα, τών δοξαζόντων σε.



Απόστικα Τού Εσπερινού

Θεοτοκίον  Ήχος α'

Τών ουρανίων Ταγμάτων τό αγαλλίαμα, τών επί γής ανθρώπων, κραταιά προστασία, άχραντε Παρθένε, σώσον ημάς, τούς εις σέ καταφεύγοντας, ότι εν σοί τάς ελπίδας μετά Θεόν, Θεοτόκε ανεθέμεθα.

Θεοτοκίον  Ήχος β'

Αδιόδευτε Πύλη, μυστικώς εσφραγισμένη, ευλογημένη Θεοτόκε Παρθένε, δέξαι τάς δεήσεις ημών, καί προσάγαγε τώ σώ Υιώ καί Θεώ, ίνα σώση διά σού τάς ψυχάς ημών.

Θεοτοκίον  Ήχος γ'

Αγιόπρωτε Σεμνή, εγκώμιον ούσα, τών ουρανίων Ταγμάτων, Αποστόλων υμνωδία, Προφητών περιοχή, Δέσποινα, πρόσδεξαι, καί ημών τάς δεήσεις.

Θεοτοκίον  Ήχος δ'

Χαίρε φωτός Νεφέλη, χαίρε Λυχνία φωτεινή, χαίρε Στάμνε η τού Μάννα, χαίρε η Ράβδος Ααρών, χαίρε Βάτε άφλεκτε, χαίρε Λαμπάς, χαίρε θρόνε, χαίρε Όρος άγιον, χαίρε Παράδεισε, χαίρε θεία Τράπεζα, χαίρε Πύλη μυστική, χαίρε η πάντων ελπίς.

Θεοτοκίον  Ήχος πλ. α'

Φοβερόν καί παράδοξον, καί μέγα τό μυστήριον! ο αχώρητος εν γαστρί εχωρήθη, καί η μήτηρ μετά τόν τόκον Παρθένος πάλιν διέμεινε. Θεόν γάρ εγέννησεν, εξ αυτής σαρκωθέντα. Αυτώ βοήσωμεν, αυτώ τόν ύμνον είπωμεν, σύν Αγγέλοις αναμέλποντες. Άγιος εί Χριστός ο Θεός, ο δι' ημάς ενανθρωπήσας δόξα σοι.

Θεοτοκίον  Ήχος πλ. β'

Αρχαγγελικώς ανυμνήσωμεν πιστοί, τήν ουράνιον παστάδα, καί πύλην σφραγισθείσαν αληθώς. Χαίρε δι' ής ανεβλάστησεν ημίν, ο Σωτήρ ο τών απάντων, Χριστός ο ζωοδότης καί Θεός, κατάβαλε Δέσποινα, τούς τυράννους αθέους εχθρούς ημών, τή χειρί σου Άχραντε, η ελπίς Χριστιανών.

Θεοτοκίον  Ήχος βαρύς

Σήμερον γρηγορεί ο Ιούδας

Τάγματα υπερέβης Αγγέλων, ως Θεόν σωματώσασα, εγώ δέ τούς πάντας νικήσας αμαρτίαις, οίμοι! δέδοικα, καί τρέμω, όθεν ουδαμώς αποτολμώ παρακαλέσαι σε, Θεοτόκε Δέσποινα, σύ ούν μή παρίδης με, αλλά σπεύσον σώσόν με, οδόν εις ευθείαν οδηγούσά με.

Θεοτοκίον  Ήχος πλ. δ'

Ώ τού παραδόξου θαύματος

Χαίρε παλάτιον έμψυχον, περιστερά λογική, χαίρε πόλις τού Κτίστου σου, χαίρε καταφύγιον, τών πιστών καί προπύργιον, η προστασία, τών πεποιθότων εν σοί, καί σωτηρία, καί απολύτρωσις, χαίρε η γέφυρα, πάντας η μετάγουσα, πρός ουρανόν. χαίρε παντευλόγητε, αγία Δέσποινα.



Εις τό, Θεός Κύριος

Θεοτοκίον  Ήχος α'

Θαύμα θαυμάτων Κεχαριτωμένη, εν σοί θεωρούσα η κτίσις αγάλλεται, συνέλαβες γάρ ασπόρως, καί έτεκες αφράστως, όν ταξιαρχίαι Αγγέλων, οράν ου δεδύνηνται, αυτόν ικέτευε υπέρ τών ψυχών ημών.

Θεοτοκίον  Ήχος β'

Ευσπλαγχνίας υπάρχουσα πηγή, συμπαθείας αξίωσον ημάς Θεοτόκε, βλέψον εις λαόν τόν αμαρτήσαντα, δείξον ως αεί τήν δυναστείαν σου, εις σέ γάρ ελπίζοντες, τό Χαίρε βοώμέν σοι, ώς ποτε ο Γαβριήλ, ο τών Ασωμάτων Αρχιστράτηγος.

Θεοτοκίον  Ήχος γ'

Τήν ωραιότητα, τής παρθενίας σου, καί τό υπέρλαμπρον, τό τής αγνείας σου, ο Γαβριήλ καταπλαγείς, εβόα σοι Θεοτόκε, Ποίόν σοι εγκώμιον, προσαγάγω επάξιον; τί δέ ονομάσω σε; απορώ, καί εξίσταμαι, διό ως προσετάγην βοώ σοι, Χαίρε η Κεχαριτωμένη.

Θεοτοκίον  Ήχος δ'

Τή ανατραφείση εν τώ ναώ, εις τά Άγια τών Αγίων, τή περιβεβλημένη τήν πίστιν καί τήν σοφίαν, καί τήν άμεμπτον παρθενίαν, ο Αρχιστράτηγος Γαβριήλ, προσέφερεν ουρανόθεν τόν ασπασμόν, καί τό Χαίρε, Χαίρε Ευλογημένη, χαίρε δεδοξασμένη, ο Κύριος μετά σού.

Θεοτοκίον  Ήχος πλ. α'

Μετά Αγγέλων τά ουράνια, μετά ανθρώπων τά επίγεια, εν φωνή αγαλλιάσεως, Θεοτόκε βοώμέν σοι, Χαίρε πύλη, τών ουρανών πλατυτέρα, χαίρε μόνη, τών γηγενών σωτηρία, χαίρε σεμνή Κεχαριτωμένη, η τεκούσα Θεόν σεσαρκωμένον.

Θεοτοκίον  Ήχος πλ. β'

Αρχή σωτηρίας, η τού Γαβριήλ πρός τήν Παρθένον γέγονεν, ήκουσε γάρ τό χαίρε, καί ουκ απέφυγε τόν ασπασμόν, ουκ εδίστασεν, ως η Σάρρα εν τή σκηνή, αλλ' ούτως έλεγεν, Ιδού η δούλη Κυρίου, γένοιτό μοι κατά τό ρήμά σου.

Θεοτοκίον  Ήχος βαρύς

Θεοτόκε Παρθένε αμίαντε, τόν Υιόν σου δυσώπει, σύν ταίς άνω Δυνάμεσι, συγχώρησιν πταισμάτων ημίν, πρό τού τέλους δωρήσασθαι, τοίς πιστώς σε δοξάζουσι.

Θεοτοκίον  Ήχος πλ. δ'

Χαίρε η δι' Αγγέλου, τήν χαράν τού κόσμου δεξαμένη, χαίρε η τεκούσα, τόν ποιητήν σου καί Κύριον, χαίρε η αξιωθείσα, γενέσθαι Μήτηρ Θεού.



Εις τό τέλος τού Όρθρου

Θεοτοκίον  Ήχος α'

Άχραντε Θεοτόκε, η εν ουρανοίς ευλογημένη, καί επί γής δοξολογουμένη, χαίρε Νύμφη ανύμφευτε.

Θεοτοκίον  Ήχος β'

Μήτηρ αγία, η τού αφράστου Φωτός, αγγελικοίς σε ύμνοις τιμώντες, ευσεβώς μεγαλύνομεν.

Θεοτοκίον  Ήχος γ'

Έκαστος όπου σώζεται, εκεί δικαίως καί προστρέχει, καί ποία άλλη τοιαύτη καταφυγή, ως σύ Θεοτόκε, σκέπουσα τάς ψυχάς ημών.

Θεοτοκίον  Ήχος δ'

Ότι πάντων υπάρχεις, τών ποιημάτων υπερτέρα, ανυμνείν σε αξίως, μή ευπορούντες Θεοτόκε, δωρεάν αιτούμέν σε, Ελέησον ημάς.

Θεοτοκίον  Ήχος πλ. α'

Ο εκ Παρθένου, ανατείλας τώ κόσμω, Χριστέ ο Θεός, υιούς φωτός δι' αυτής αναδείξας, ελέησον ημάς.

Θεοτοκίον  Ήχος πλ. β'

Αρχαγγελικόν λόγον υπεδέξω, καί θρόνος ανεδείχθης, καί εν αγκάλαις σου εβάστασας, Θεοτόκε, τήν ελπίδα τών ψυχών ημών.

Θεοτοκίον  Ήχος βαρύς

Υπερέβης τάς δυνάμεις τών ουρανών, ότι ναός εδείχθης θεϊκός, ευλογημένη Θεοτόκε, ως τεκούσα Χριστόν, τόν Σωτήρα τών ψυχών ημών.

Θεοτοκίον  Ήχος πλ. δ'

Χαίρε η πύλη, τού Βασιλέως τής δόξης, ήν ο Ύψιστος μόνος διώδευσε, καί μόνην εσφραγισμένην εφύλαξεν, εις σωτηρίαν τών ψυχών ημών.

Top

ΤΡΙΤΗ

Στιχηρά Τού Εσπερινού

Θεοτοκίον  Ήχος α'

Φωτός ενδιαίτημα Αγνή, μόνη εχρημάτισας, τού εκ Πατρός αναλάμψαντος, όθεν κραυγάζω σοι. Τήν εσκοτισμένην, ψυχήν μου τοίς πάθεσι, φωτί τών αρετών καταφαίδρυνον, καί εν σκηνώμασι, φωτεινοίς σου κατασκήνωσον, εν ημέρα τής κρίσεως Άχραντε.

Θεοτοκίον  Ήχος β'

Θλίψεις καί δεινών επαγωγαί, πάθη τε ποικίλα χειμάζει, τήν ταπεινήν μου ψυχήν, Κόρη απειρόγαμε, Μήτερ Χριστού τού Θεού, κυβερνή τίς μοι φάνηθι, θαλάσση τού βίου, καί τόν επικείμενον πράϋνον κλύδωνα, όρμω, γαληνώ μετανοίας, καί αναψυχής οδηγούσα, τόν τή θεία σκέπη σου προστρέχοντα.

Θεοτοκίον  Ήχος γ'

Μή παύση ικετεύουσα υπέρ τής ποίμνης σου, αλλά ταίς σαίς πρεσβείαις, μελλούσης ημάς λύτρωσαι, απειλής καί ενεστώσης, πάσης βλάβης, καί τής οργής Κυρίου, πάντας εξάρπασον, Θεοτόκε σούς δούλους.

Θεοτοκίον  Ήχος δ'

Ησαύ νέος γέγονα, πάσιν εν τρόποις Πανάχραντε, εμπαθής υπέρ άνθρωπον, μόνος ώφθην άθλιος, αρετής ενθέου, γυμνός μόνος όλος, τίς ούν μή κλαύσει επ' εμέ; τίς μή θρηνήσει μου τήν απώλειαν, διό πρό τέλους κράζω σοι. Ήμαρτον Δέσποινα, σώσόν με, ώσπερ έσωσε πρότερον, ο Υιός σου τόν Άσωτον.

Θεοτοκίον  Ήχος πλ. α'

Στήσον τούς ποταμούς τών παθών, τής αμαρτίας μου τό πέλαγος ξήρανον, τώ ρείθρω τής σής πρεσβείας, καί πρός λιμένα Θεού, θείων θελημάτων εγκαθόρμισον, εχθρούς καθ' εκάστην, τούς τήν ψυχήν μου εκθλίβοντας, καί ταίς ατόποις, ηδοναίς εκταράττοντας, καταπόντισον, απωλείας εις βάραθρα, πλήρωσον ευφροσύνης καί χαράς τήν καρδίαν μου, λύσον τό νέφος βοώ σοι, τής αθυμίας μου Πάναγνε, Χριστόν δυσωπούσα, τόν παρέχοντα, τώ κόσμω τό μέγα έλεος.

Θεοτοκίον  Ήχος πλ. β'

Όλην αποθέμενοι

Σύμβολον οργής εστι, μνησικακία, θυμός τε, τής οργής εμφάνεια, δι' ών καί τών ύβρεων τά αλλόκοτα, αναιδώς άλλονται, τού οικτρού στόματος, τόν εν τούτοις ενεργούμενον, ποιούντες ένοχον, πυρός τής γεέννης, ως γέγραπται, διό ψυχή γρηγόρησον, φεύγε τόν θυμόν τόν πικρόν, τήν οργήν, μήνιν καί τήν ύβριν, καί πάσαν τήν δυσώδη εκδρομήν, τή Θεοτόκω κραυγάζουσα. Δέσποινά μου σώσόν με.

Θεοτοκίον  Ήχος βαρύς

Χαίρε Αγνή, τό σεπτόν κειμήλιον παρθενίας. Χαίρε σεμνή, ενδιαίτημα θείον. Χαίρε Παρθένε, τών πιστών σωτηρία. Χαίρε Δέσποινα, Νύμφη ανύμφευτε.

Θεοτοκίον  Ήχος πλ. δ'

Χαίρε Θεοτόκε Δέσποινα, χαίρε Θεού καθαρόν, οικητήριον Άχραντε, χαίρε θείον όχημα, τού Λόγου θεοχώρητε, τό θεότευκτον, χαίρε παλάτιον, θεοπάροχον, χαίρε θησαύρισμα, θάλαμος έμψυχος, Θεού θεία τράπεζα, καί κιβωτέ, καί κατοικητήριον, τού θείου Πνεύματος.



Απόστικα Τού Εσπερινού

Θεοτοκίον  Ήχος α'

Αμαρτωλών τάς δεήσεις προσδεχομένη, καί θλιβομένων στεναγμόν μή παρορώσα, πρέσβευε τώ εξ αγνών λαγόνων σου, σωθήναι ημάς, Παναγία Παρθένε.

Θεοτοκίον  Ήχος β'

Τήν πάσαν ελπίδα μου, εις σέ ανατίθημι, Μήτηρ τής ζωής, φύλαξόν με υπό τήν σκέπην σου.

Θεοτοκίον  Ήχος γ'

Θεοτόκε η προστασία πάντων τών δεομένων, εις σέ θαρρούμεν, εις σέ καυχώμεθα, εν σοί πάσα η ελπίς ημών εστι, πρέσβευε τώ εκ σού τεχθέντι, υπέρ αχρείων δούλων σου.

Θεοτοκίον  Ήχος δ'

Έδωκας σημείωσιν

Σέ τό καθαρώτατον, τού Βασιλέως παλάτιον, δυσωπώ Πολυϋμνητε, τόν νούν μου καθάρισον, τόν εσπιλωμένον, πάσαις πλημμελείαις, καί καταγώγιον τερπνόν, τής υπερθέου Τριάδος ποίησον, όπως τήν δυναστείαν σου, καί τήν πολλήν ευσπλαγχνίαν σου, μεγαλύνω σωζόμενος, ο αχρείος οικέτης σου.

Θεοτοκίον  Ήχος πλ. α'

Μακαρίζομέν σε Θεοτόκε Παρθένε, καί δοξάζομέν σε οι πιστοί κατά χρέος, τήν πόλιν τήν άσειστον, τό τείχος, τό άρρηκτον, τήν αρραγή προστασίαν, καί καταφυγήν τών ψυχών ημών.

Θεοτοκίον  Ήχος πλ. β'

Μεταβολή τών θλιβομένων, απαλλαγή τών ασθενούντων υπάρχουσα, Θεοτόκε Παρθένε, σώζε πόλιν καί λαόν, τών πολεμουμένων η ειρήνη, τών χειμαζομένων η γαλήνη, η μόνη προστασία τών πιστών.

Θεοτοκίον  Ήχος βαρύς

Ειρήνευσον πρεσβείαις τής Θεοτόκου, τήν ζωήν ημών, τών βοώντων σοι. Ελεήμον Κύριε δόξα σοι.

Θεοτοκίον  Ήχος πλ. δ'

Η σκέπη σου Θεοτόκε Παρθένε, ιατρείον υπάρχει πνευματικόν, εν αυτή γάρ καταφεύγοντες, ψυχικών νοσημάτων λυτρούμεθα.



Εις τό, Θεός Κύριος

Θεοτοκίον  Ήχος α'

Συλλαβούσα αφλέκτως, τό πύρ τής θεότητος, καί τεκούσα ασπόρως, πηγήν ζωής τόν Κύριον, Κεχαριτωμένη Θεοτόκε, περίσωζε τούς σέ μεγαλύνοντας.

Θεοτοκίον  Ήχος β'

Θείας γεγόναμεν κοι νωνοί φύσεως, διά σού Θεοτόκε αειπάρθενε, Θεόν γάρ ημίν σεσαρκωμένον τέτοκας, διό κατά χρέος σε πάντες, ευσεβώς μεγαλύνομεν.

Θεοτοκίον  Ήχος γ'

Καταφυγή καί δύναμις ημών Θεοκτόκε, η κραταιά βοήθεια τού κόσμου, ταίς πρεσβείαις σου σκέπε τούς δούλους σου, από πάσης ανάγκης, μόνη ευλογημένη.

Θεοτοκίον  Ήχος δ'

Τή Θεοτόκω εκτενώς, νύν προσδράμωμεν, αμαρτωλοί καί ταπεινοί, καί προσπέσωμεν εν μετανοία, κράζοντες εκ βάθους ψυχής, Δέσποινα βοήθησον, εφ ημίν σπλαγχνισθείσα, σπεύσον απολλύμεθα, υπό πλήθους πταισμάτων, μή αποστρέψης σούς δούλους κενούς, σέ γάρ καί μόνην ελπίδα κεκτήμεθα.

Θεοτοκίον  Ήχος πλ. α'

Τήν ταχείάν σου σκέπην, καί τήν βοήθειαν, καί τό έλεος δείξον, επί τούς δούλους σου, καί τά κύματα αγνή καταπράϋνον, τών ματαίων λογισμών, καί τήν πεσούσάν μου ψυχήν, ανάστησον Θεοτόκε, οίδα γάρ ότι Παρθένε, ισχύεις όσα καί βούλεσαι.

Θεοτοκίον  Ήχος πλ. β'

Ελπίς τού κόσμου αγαθή, Θεοτόκε Παρθένε, τήν σήν καί μόνην κραταιάν, προστασίαν αιτούμεν, Σπλαγχνίσθητι, εις απροστάτευτον λαόν, δυσώπησον τόν ελεήμονα Θεόν, ρυσθήναι τάς ψυχάς ημών, εκ πάσης απειλής, μόνη ευλογημένη.

Θεοτοκίον  Ήχος βαρύς

Τό Χαίρέ σοι προσάγομεν Θεοτόκε, τών Αγγέλων γάρ ανωτέρα εδείχθης, Θεόν κυήσασα.

Θεοτοκίον  Ήχος πλ. δ'

Τό ασάλευτον στήριγμα, τό τής πίστεως, καί σεβάσμιον δώρημα, τών ψυχών ημών, τήν Θεοτόκον εν ύμνοις, μεγαλύνωμεν πιστοί, Χαίρε, η τήν πέτραν τής ζωής, εν γαστρί σου χωρήσασα, χαίρε τών περάτων η ελπίς, θλιβομένων αντίληψις, χαίρε Νύμφη ανύμφευτε.



Εις τό τέλος τού Όρθρου

Θεοτοκίον  Ήχος α'

Τόν αμήτορα εν ουρανώ, υπέρ έννοιαν καί ακοήν, επί γής απάτορα έτεκες. Αυτόν Θεοτόκε ικέτευε, υπέρ τών ψυχών ημών.

Θεοτοκίον  Ήχος β'

Σέ μεγαλύνομεν Θεοτόκε βοώντες, Χαίρε αδύτου φωτός νεφέλη, αυτόν βαστάσασα εν κόλποις, τής δόξης τόν Κύριον.

Θεοτοκίον  Ήχος γ'

Έκαστος όπου σώζεται, εκεί δικαίως καί προστρέχει, καί ποία άλλη τοιαύτη καταφυγή, ως σύ Θεοτόκε, σκέπουσα τάς ψυχάς ημών.

Θεοτοκίον  Ήχος δ'

Σέ μεγαλύνομεν Θεοτόκε, βοώντες, Σύ εί η βάτος, εν ή αφλέκτως Μωσής, κατείδεν ως φλόγα, τό πύρ τής θεότητος.

Θεοτοκίον  Ήχος πλ. α'

Μήτηρ Θεού Παναγία, τό τείχος τών Χριστιανών, ρύσαι λαόν σου συνήθως, κραυγάζοντά σοι εκτενώς, Αντιτάχθητι αισχροίς, καί αλαζόσι λογισμοίς, ίνα βοώμέν σοι, Χαίρε αειπάρθενε.

Θεοτοκίον  Ήχος πλ. β'

Ουδείς προστρέχων επί σοί, κατησχυμμένος από σού εκπορεύεται, αγνή Παρθένε Θεοτόκε, αλλ' αιτείται τήν χάριν, καί λαμβάνει τό δώρημα, πρός τό συμφέρον τής αιτήσεως.

Θεοτοκίον  Ήχος βαρύς

Ειρήνευσον πρεσβείαις τής Θεοτόκου, τήν ζωήν ημών τών βοώντων σοι, Ελεήμον Κύριε δόξα σοι.

Θεοτοκίον  Ήχος πλ. δ'

Παρθένε άχραντε, σώσον ημάς ταίς πρεσβείαις σου, κινούσα σπλάγχνα μητρικά, τώ Υιώ σου καί Θεώ ημών.

Top

ΤΕΤΑΡΤΗ

Στιχηρά Τού Εσπερινού

Θεοτοκίον  Ήχος α'

Σφαγήν σου τήν άδικον, Χριστέ, η Παρθένος βλέπουσα, οδυρομένη εβόα σοι. Τέκνον γλυκύτατον, πώς αδίκως πάσχεις; Πώς τώ ξύλω κρέμασαι, ο πάσαν γήν κρεμάσας τοίς ύδασι; Μή λίπης μόνην με, ευεργέτα πολυέλεε, τήν Μητέρα καί δούλην σου δέομαι.

Θεοτοκίον  Ήχος β'

Βότρυν τόν παμπέπειρον Αγνή, όν αγεωργήτως εν μήτρα εκυοφόρησας, ξύλω ως εώρακας, τούτον κρεμάμενον, θρηνωδούσα ηλάλαζες, καί έκραζες. Τέκνον, γλεύκος εναπόσταξον, δι' ού η μέθη αρθή, πάσα τών παθών Ευεργέτα, δι' εμού τής σέ τετοκυίας, σού τήν ευσπλαγχνίαν ενδεικνύμενος.

Θεοτοκίον  Ήχος γ'

Ρομφαία τήν καρδίαν σου, διήλθε Πάναγνε, ηνίκα τόν Υιόν σου, επί σταυρού προσέβλεψας, καί εβόας. Μή άτεκνόν με δείξης, Υιέ μου καί Θεέ μου, ο συντηρήσας μετά τόκον παρθένον.

Θεοτοκίον  Ήχος δ'

Νεκρούμενον βλέπουσα, Χριστόν η Πάναγνος Δέσποινα, καί νεκρούντα τόν δόλιον, ηλάλαζε κράζουσα, πικρώς τώ εκ σπλάγχνων, αυτής προελθόντι, καί τό μακρόθυμον αυτού, αποθαυμάζουσα κατεπλήττετο, τέκνον μου ποθεινότατον μή επιλάθη τής δούλης σου, μή βραδύνης Φιλάνθρωπε, τό εμόν καταθύμιον.

Θεοτοκίον  Ήχος πλ. α'

Άρνα τόν εαυτής η Αμνάς, ποτέ ορώσα πρός σφαγήν επισπεύδοντα, προθύμως κατηκολούθει, ταύτα βοώσα αυτώ. Πού πορεύη, τέκνον μου γλυκύτατον. Χριστέ τίνος χάριν, τόν δρόμον τούτον μακρόθυμε, τρέχεις αόκνως, Ιησού ποθεινότατε, αναμάρτητε, πολυέλεε Κύριε; Δός μοι λόγον τή δούλη σου, Υιέ μου παμφίλτατε, μή με παρέλθης οικτίρμον, σιγών φρικτώς τήν τεκούσάν σε, Θεέ ζωοδότα, ο δωρούμενος τώ κόσμω, τό μέγα έλεος.

Θεοτοκίον  Ήχος πλ. β'

Κρίσιν Ισραήλ κριταί, θανατηφόρον κριθήναι, σέ Υιέ κατέκριναν, ως κριτόν σε στήσαντες επί βήματος, τόν νεκρούς κρίνοντα, καί τούς ζώντας Σώτερ, καί Πιλάτω παριστώσί σε, καί κατακρίνουσι, πρό τής δίκης φεύ! οι παράνομοι, καί βλέπουσα τιτρώσκομαι, καί συγκατακρίνομαι Κύριε, όθεν καί προκρίνω, θανείν υπέρ τό ζήν εν στεναγμοίς, η Θεοτόκος εκραύγαζε, μόνε πολυέλεε.

Θεοτοκίον  Ήχος βαρύς

Εν ξύλω προσπαγέντα σε εκουσίως, η Πανάμωμος ως εώρακε θρηνωδούσα, ύμνει τό κράτος σου.

Θεοτοκίον  Ήχος πλ. δ'

Ώ τού παραδόξου θαύματος! ώ μυστηρίου καινού! ώ φρικτής εγχειρήσεως! η Παρθένος έλεγεν, εν Σταυρώ σε ως έβλεψεν, εν μέσω δύο ληστών κρεμάμενον, όν ανωδίνως, φρικτώς εκύησεν, έκλαιε κράζουσα. Οίμοι Τέκνον φίλτατον! πώς σε δεινός, δήμος καί αχάριστος, Σταυρώ προσήλωσεν.



Απόστικα Τού Εσπερινού

Θεοτοκίον  Ήχος α'

Πανεύφημοι Μάρτυρες

Ρομφαία δι' ήλθεν ώ Υιέ, (η Παρθένος έλεγεν, επί τού ξύλου ως έβλεψε, Χριστόν κρεμάμενον), τήν εμήν καρδίαν, καί σπαράττει Δέσποτα, ως πάλαι Συμεών μοι προέφησεν, αλλά ανάστηθι, καί συνδόξασον, Αθάνατε, τήν Μητέρα, καί δούλην σου δέομαι.

Θεοτοκίον  Ήχος β'

Ότε εκ τού ξύλου

Πόνους υπομείνασα πολλούς, εν τή τού Υιού καί Θεού σου, σταυρωσει Άχραντε, έστενες δακρύουσα, καί αλαλάζουσα. Οίμοι! τέκνον γλυκύτατον, αδίκως πώς πάσχεις, θέλων εκλυτρώσασθαι τούς εξ Αδάμ γηγενείς; Όθεν Παναγία Παρθένε, σέ παρακαλούμεν εν πίστει, ίλεων ημίν τούτον απέργασαι.

Θεοτοκίον  Ήχος γ'

Μεγάλη τού Σταυρού σου

Σταυρώ σε αναρτώμενον, Χριστέ μου ως εώρακεν, Αμνάς η σέ τεκούσα, η άμωμος καί Μήτηρ σου, ωλοφύρετο κλαυθμώ καί ανεβόα. Μή με δείξης άτεκνον, ήν εφύλαξας αγνήνκαί μετά τόκον.

Θεοτοκίον  Ήχος δ'

Ως γενναίον εν Μάρτυσι

Τόν Αμνόν καί Ποιμένα σε, επί ξύλου ως έβλεψεν, η Αμνάς η τέξασα, επωδύρετο, καί μητρικώς σοι εφθέγγετο. Υιέ ποθεινότατε, ταύτά σοι ο απειθής, δήμος ανταποδίδωσιν, ο θαυμάτων σου, απολαύσας μεγίστων, αλλά δόξα, τή αρρήτω σου καί θεία, συγκαταβάσει Φιλάνθρωπε.

Θεοτοκίον  Ήχος πλ. α'

Χαίροις ασκητικών

Στάσα επί Σταυρού Ιησού, η σέ τεκούσα, θρηνωδούσα ωδύρετο, βοώσα, ου φέρω Τέκνον, προσηλωμένον οράν, επί ξύλου όν περ απεκύησα, εγώ γάρ διέφυγον, τάς ωδίνας ως άνανδρος, καί πώς αρτίως, τή οδύνη συνέχομαι, καί σπαράττομαι, τήν καρδίαν η άμεμπτος; άρτι γάρ εκπεπλήρωται, τό ρήμα ο είρηκεν, ο Συμεών τή καρδία, εμή ρομφαίαν ελεύσεσθαι, αλλ' ώ νύν Υιέ μου, εξανάστηθι καί σώσον, τούς ανυμνούντάς σε.

Θεοτοκίον  Ήχος πλ. β'

Ορώσά σε σταυρούμενον, Χριστέ η σέ κυήσασα, ανεβόα. Τί τό ξένον, ο ορώ, μυστήριον Υιέ μου, πώς επί ξύλου θνήσκεις, σαρκί κρεμάμενος, ζωής χορηγέ;

Θεοτοκίον  Ήχος βαρύς

Νέκρωσιν καθυπέμεινας Λόγε, επί Σταυρού προσηλούμενος, η Παρθενομήτωρ εβόα θρηνούσα, σύν ηγαπημένω σεπτώ θεολόγω, ών ταίς ικεσίαις, ο παθών υπέρ ημών Χριστέ, καί νεκρώσας θάνατον, τά πάθη μου νέκρωσον, καί ζωής με μέτοχον, τής θείας απέργασαι, καί σώσόν με.

Θεοτοκίον  Ήχος πλ. δ'

Σταυρώ σε καθηλούμενον, ως εθεάσατο η σέ Τεκούσα, μόνε μακρόθυμε, οδυρομένη δάκρυα έρρει κρουνηδόν, καί τό υπερβάλλον τής χρηστότητος, καί τό συμπαθές τό υπέρ άνθρωπον, λίαν εκπληττομένη, ύμνει τό κράτος σου.



Εις τό, Θεός Κύριος

Θεοτοκίον  Ήχος α'

Οι τήν σήν προστασίαν, κεκτημένοι Άχραντε, καί ταίς ικεσίαις, τών δεινών εκλυτρούμενοι, τώ Σταυρώ τού Υιού σου, εν παντί φρουρούμενοι, κατά χρέος σε πάντες, ευσεβώς μεγαλύνομεν.

Θεοτοκίον  Ήχος β'

Υπερδεδοξασμένη υπάρχεις, Θεοτόκε Παρθένε, υμνούμέν σε, διά γάρ τού Σταυρού τού Υιού σου, κατεβλήθη ο άδης, καί ο θάνατος τέθνηκε, νεκρωθέντες ανέστημεν, καί ζωής ηξιώθημεν, τόν Παράδεισον ελάβομεν, τήν αρχαίαν απόλαυσιν, Διό ευχαριστούντες δοξολογούμεν, ως κραταιόν Χριστόν τόν Θεόν ημών, καί μόνον πολυέλεον.

Θεοτοκίον  Ήχος γ'

Ράβδον δυνάμεως κεκτημένοι, τόν Σταυρόν τού Υιού σου Θεοτόκε, εν αυτώ καταβάλλομεν, τών εχθρών τά φρυάγματα, οι πόθω σε απαύστως μεγαλύνοντες.

Θεοτοκίον  Ήχος δ'

Παρτένε πανάμωμε, Μήτηρ Χριτού Θεού, ρομφαία δι' ήλθέ σου, τήν παναγίαν ψυχήν, ηνίκα σταυρούμενον, έβλεψας εκουσίως, τόν Υιόν καί Θεόν σου, όν περ ευλογημένη, δυσωπούσα μή παύση, συγχώρησιν πταισμάτων, ημίν δωρήσασθαι.

Θεοτοκίον  Ήχος πλ. α'

Τώ Σταυρώ τού Υιού σου Θεοχατρίτωτε, τών ειδώλων η πλάνη πάσα κατήργηται, καί τών δαιμόνων η ισχύς καταπεπάτηται, διά τούτο οι πιστοί, κατά χρέος σε αεί, υμνούμεν καί ευλογούμεν, καί Θεοτόκον κυρίως, ομολογούντες μεγαλύνομεν.

Θεοτοκίον  Ήχος πλ. β'

Θεοτόκε Παρθένε, ικέτευε τόν Υιόν σου, τόν εκουσίως προσπαγέντα εν Σταυρώ, καί τόν κόσμον εκ πλάνης ελευθερώσαντα, Χριστόν τόν Θεόν ημών, τού ελεήσαι τάς ψυχάς ημών.

Θεοτοκίον  Ήχος βαρύς

Τόν σταυρωθέντα υπέρ ημών, Χριστόν τόν Θεόν, καί καθελόντα τού θανάτου τό κράτος, απαύστως ικέτευε, Θεοτόκε Παρθένε, ίνα σώση τάς ψυχάς ημών.

Θεοτοκίον  Ήχος πλ. δ'

Τόν αμνόν καί ποιμένα καί Σωτήρα τού κόσμου, εν τώ Σταυρώ θεωρούσα, η τεκούσα έλεγε δακρύουσα, ο μέν κόσμος αγάλλεται, δεχόμενος τήν λύτρωσιν, τά δέ σπλάγχνα μου φλέγονται, ορώσης σου τήν σταύρωσιν, ήν υπέρ πάντων υπομένεις, ο Υιός καί Θεός μου.



Εις τό τέλος τού Όρθρου

Θεοτοκίον  Ήχος α'

Άχραντε Θεοτόκε, η εν ουρανοίς ευλογημένη, καί επί γής δοξολογουμένη, Χαίρε Νύμφη ανύμφευτε.

Θεοτοκίον  Ήχος β'

Σέ μεγαλύνομεν Θεοτόκε βοώντες, Χαίρε η ράβδος, εξ ής ασπόρως Θεός βλαστήσας, ανείλεν εν ξύλω τόν θάνατον.

Θεοτοκίον  Ήχος γ'

Καταφυγή καί δύναμις ημών Θεοτόκε, η κραταιά βοήθεια τού κόσμου, ταίς πρεσβείαις σου σκέπε τούς δούλους σου, από πάσης ανάγκης, μόνη Ευλογημένη.

Θεοτοκίον  Ήχος δ'

Σέ μεγαλύνομεν Θεοτόκε, βοώντες Σύ εί τό όρος, εξ ού αρρήτως ετμήθη λίθος, καί πύλας τού άδου συνέτριψε.

Θεοτοκίον  Ήχος πλ. α'

Ο εκ Παρθένου, ανατείλας τώ κόσμω, Χριστέ ο Θεός, υιούς φωτός δι' αυτής αναδείξας, ελέησον ημάς.

Θεοτοκίον  Ήχος πλ. β'

Τόν πρό αιώνων εκ Πατρός, άνευ Μητρός γεννηθέντα, Υιόν καί Λόγον τού Θεού, επ' εσχάτων τών χρόνων, εκύησας σεσαρκωμένον, εξ αγνών αιμάτων σου, Θεοκυήτορ άνευ ανδρός, όν αίτησαι δωρήσασθαι ημίν, αμαρτιών άφεσιν πρό τού τέλους.

Θεοτοκίον  Ήχος βαρύς

Λύτρωσαι Θεοτόκε, τών συνεχουσών ημάς αμαρτιών, ότι άλλην ελπίδα, οι πιστοί ουκ έχομεν, ειμή σέ, καί τόν εκ σού τεχθέντα Θεόν.

Θεοτοκίον  Ήχος πλ. δ'

Ο καρπός τής κοιλίας σου Άχραντε, τών Προφητών υπάρχει, καί τού νόμου τό πλήρωμα, διό σε Θεοτόκον, εν επιγνώσει δοξάζοντες, ευσεβώς μεγαλύνομεν.

Top

ΠΕΜΠΤΗ

Στιχηρά Τού Εσπερινού

Θεοτοκίον  Ήχος α'

Θεοκυήτορ Παρθένε καί απειρόγαμε, η τόν Θεόν τεκούσα, επ' εσχάτων τών χρόνων, καί πάλιν μετά τόκον, ως αληθώς, ανεδείχθης Παρθένος αγνή, θρόνος καί πύλη καί τράπεζα μυστική, καί λυχνία φωτεινόμορφος.

Θεοτοκίον  Ήχος β'

Πάσα τής ζωής ημών ισχύς, σύ υπάρχεις άχραντε Μήτηρ, καί καταφύγιον, πάντων τών υμνούντων σε, σύ εί αντίληψις, μή ούν μάτην λογίζοιντο, τήν σήν προστασίαν, οι κατακαυχώμενοι κατά τών δούλων σου, σύ γάρ πρός Θεόν προστασία, δέδοσαι, διό μή παρίδης, διασώσαι Δέσποινα τούς δούλους σου.

Θεοτοκίον  Ήχος γ'

Απάντων κυριεύουσα τών κτισμάτων Δέσποινα, δεινώς κυριευθείσαν, τοίς πάθεσι Θεόνυμφε, τήν ψυχήν μου ελευθέρωσον εν τάχει, φαρμάκω σής πρεσβείας, καί καταδούλωσον τώ Υιώ καί Θεώ σου.

Θεοτοκίον  Ήχος δ'

Η Θεόν τόν αχώρητον, εν γαστρί σου χωρήσασα, φιλανθρώπως άνθρωπον χρηματίσαντα, καί τό ημέτερον φύραμα, εκ σού προσλαβόμενον, καί Θεώσαντα σαφώς, μή παρίδης με Πάναγνε, νύν θλιβόμενον, αλλ' οικτείρησον τάχει, καί παντοίας, δυσμενείας τεκαί βλάβης, τού πονηρού ελευθέρωσον.

Θεοτοκίον  Ήχος πλ. α'

Έχων αμαρτημάτων πληθύν, πεπωρωμένος, καί τόν νούν σκοτιζόμενος, βοώ σοι εν κατανύξει, καί συντριβή λογισμών. Κόρας τής ψυχής μου φωταγώγησον, καί γάρ τό ανέσπερον, φώς εκύησας Άχραντε, τό καταυγάζον, οικουμένης τά πέρατα, τοίς πυρσεύμασι, τής αυτού επιγνώσεως, φώτισόν μου Πανάμωμε, τόν νούν ταίς λαμπρότησι, τής σής πρεσβείας γενέ. σθαι, υιόν φωτός αξιούσά με, Χριστόν δυσωπούσα, τόν παρέχοντα τώ κόσμω, τό μέγα έλεος.

Θεοτοκίον  Ήχος πλ. β'

Μεγίστων δωρημάτων ημίν, ο τόκος ο αλόχευτος, τής Παρθένου, πάσι γέγονε σαφώς, Θεός γάρ τήν φθαρείσαν, καινίζει πάλιν φύσιν, καί αναπλάττει τό ανθρώπινον.

Θεοτοκίον  Ήχος βαρύς

Παρθένον σε γινώσκομεν μετά τόκον, απειράνδρως γάρ σύ εκύησας τόν Σωτήρα, ώ πρέσβευε σωθήναι τάς ψυχάς ημών.

Θεοτοκίον  Ήχος πλ. δ'

Ίδε μου, τής συντετριμμένης καρδίας, τούς στεναγμούς Θεονύμφευτε, πρόσδεξαι Παρθένε Μαρία, καί μή απώση πανάμωμε, τάς τών χειρών μου Αγνή, επάρσεις ως φιλάγαθος, ίνα υμνώ καί μεγαλύνω, τόν μεγαλύναντα τό γένος ημών.



Απόστικα Τού Εσπερινού

Θεοτοκίον  Ήχος α'

Παρθένε πανύμνητε, Μωσής, τό εν σοί μυστήριον, προφητικοίς είδεν όμμασι, βάτον μή φλέγεσθαι, καίπερ καιομένην, πύρ γάρ τής θεότητος, τήν μήτραν σου, Αγνή, ου κατέφλεξε, διό αιτούμέν σε, ως Μητέρα τού Θεού ημών, τήν ειρήνην τώ κόσμω σου δώρησαι.

Θεοτοκίον  Ήχος β'

Ότε εκ τού ξύλου

Πάντων προστατεύεις Αγαθή, τών καταφευγόντων εν πίστει, τή κραταιά σου χειρί, άλλην γάρ ουκ έχομεν, αμαρτωλοί πρός Θεόν, εν κινδύνοις καί θλίψεσιν, αεί μεσιτείαν, οι κατακαμπτόμενοι, υπό πταισμάτων πολλών. Μήτερ τού Θεού τού Υψίστου, όθεν σοι προσπίπτομεν ρύσαι, πάσης περιστάσεως τούς δούλους σου.

Θεοτοκίον  Ήχος γ'

Μεγάλη τού Σταυρού σου

Αγγέλων χαρμονή, τών θείων Κόρη πέφυκας, τών Αποστόλων δόξα, καί προφητών εκσφράγισμα, τών ανθρώπων τε πιστών η προστασία, καί οδηγός σωτήριος, διά τούτό σε, προσκυνούμεν Παρθένε.

Θεοτοκίον  Ήχος δ'

Ρύσαι ημάς εκ τών αναγκών ημών, Μήτηρ Χριστού τού Θεού, η τεκούσα τόν τών όλων Ποιητήν, ίνα πάντες κράζωμέν σοι, Χαίρε η μόνη προστασία τών ψυχών ημών.

Θεοτοκίον  Ήχος πλ. α'

Χαίρε κεχαριτωμένη, Μήτηρ Χριστού τού Θεού, ότι επέφανέ σοι ο Βασιλεύς τής δόξης, καί επεσκίασέ σοι, τό πανάγιον Πνεύμα, ως παρρησίαν έχουσα, πρέσβευε τού σωθήναι τάς ψυχάς ημών.

Θεοτοκίον  Ήχος πλ. β'

Θεοτόκε, σύ εί η άμπελος η αληθινή, η βλαστήσασα τόν καρπόν τής ζωής, σέ ικετεύομεν, πρέσβευε Δέσποινα, μετά τών Αποστόλων, καί πάντων τών Αγίων, ελεηθήναι τάς ψυχάς ημών.

Θεοτοκίον  Ήχος βαρύς

Λύτρωσαι Θεοτοκε, τών συνεχουσών ημάς αμαρτιών, ότι άλλην ελπίδα οι πιστοί ουκ έχομεν, ειμή σέ, καί τόν εκ σού τεχθέντα Θεόν.

Θεοτοκίον  Ήχος πλ. δ'

Τί υμάς καλέσωμεν Άγιοι; ύμφην σε Παρθένε εκήρυξαν, τής αξίας τού Πατρός, καί τής θεότητος αυτού, οι Θεόν, αξιωθέντες κατιδείν σωματικώς, καί Λόγου καί Θεού Κόρη γεννήτριαν, καί Πνεύματος αγίου οικητήριον, εν σοί γάρ πάν τής θεότητος, σωματικώς κατεσκήνωσε, τό πλήρωμα, πληρεστάτης ούσης χάριτος.



Εις τό, Θεός Κύριος

Θεοτοκίον  Ήχος α'

Συλλαβούσα αφλέκτως, τό πύρ τής θεότητος, καί τεκούσα ασπόρως, πηγήν ζωής τόν Κύριον, Κεχαριτωμένη Θεοτόκε, περίσωζε τούς σέ μεγαλύνοντας.

Θεοτοκίον  Ήχος β'

Θείας γεγόναμεν κοινωνοί φύσεως, διά σού Θεοτόκε αειπάρθενε, Θεόν γάρ ημίν σεσαρκωμένον τέτοκας, διό κατά χρέος σε πάντες, ευσεβώς μεγαλύνομεν.

Θεοτοκίον  Ήχος γ'

Προφήται προεκήρυξαν, Απόστολοι εδίδαξαν, Μάρτυρες ωμολόγησαν, καί ημείς επιστεύσαμεν, Θεοτόκον σε κυρίως υπάρχουσαν, διό καί μεγαλύνομεν, τόν τόκον σου τόν άφραστον.

Θεοτοκίον  Ήχος δ'

Τόν Λόγον τού Πατρός, Χριστόν τόν Θεόν ημών, εκ σού σαρκωθέντα έγνωμεν, Θεοτόκε Παρθένε, μόνη αγνή, μόνη ευλογημένη, διό απαύστως σέ, ανυμνούντες μεγαλύνομεν.

Θεοτοκίον  Ήχος πλ. α'

Τό ξένον τής Παρθένου Μυστήριον, τώ κόσμω ανεδείχθη σωτήριον, εξ αυτής γάρ ετέχθης, άνευ σποράς, καί σαρκί ανεδείχθης, δίχα φθοράς, η πάντων χαρά, Κύριε δόξασοι.

Θεοτοκίον  Ήχος πλ. β'

Αγία Δέσποινα αγνή, τού Θεού ημών Μήτηρ, η τών απάντων ποιητήν, απορρήτως τεκούσα, ικέτευε σύν Αποστόλοις ιεροίς, εκάστοτε τήν αγαθότητα αυτού, παθών ημάς λυτρώσασθαι, καί άφεσιν ημίν, δούναι αμαρτημάτων.

Θεοτοκίον  Ήχος βαρύς

Ο καρπός τής κοιλίας σου Άχραντε, τών Προφητών υπάρχει, καί τού νόμου τό πλήρωμα, διό σε Θεοτόκον, εν επιγνώσει δοξάζοντες, ευσεβώς μεγαλύνομεν.

Θεοτοκίον  Ήχος πλ. δ'

Ηνοητή πύλη τής ζωής, άχραντε τούς προστρέχοντάς σοι πιστώς, λύτρωσαι τών κινδύνων, ίνα δοξάζωμεν τόν πανάγιον τόκον σου, εις σωτηρίαν τών ψυχών ημών.



Εις τό τέλος τού Όρθρου

Θεοτοκίον  Ήχος α'

Τόν αμήτορα εν ουρανώ, υπέρ έννοιαν καί ακοήν, επί γής απάτορα έτεκες. Αυτόν Θεοτόκε ικέτευε, υπέρ τών ψυχών ημών.

Θεοτοκίον  Ήχος β'

Σέ μεγαλύνομεν Θεοτόκε βοώντες, Χαίρε αδύτου φωτός νεφέλη, αυτόν βαστάσασα εν κόλποις, τής δόξης τόν Κύριον.

Θεοτοκίον  Ήχος γ'

Έκαστος όπου σώζεται, εκεί δικαίως καί προστρέχει, καί ποία άλλη τοιαύτη καταφυγή, ως σύ Θεοτόκε, σκέπουσα τάς ψυχάς ημών.

Θεοτοκίον  Ήχος δ'

Ότι πάντων υπάρχεις, τών ποιημάτων υπερτέρα, ανυμνείν σε αξίως, μή ευπορούντες Θεοτόκε, δωρεάν αιτούμέν σε, Ελέησον ημάς.

Θεοτοκίον  Ήχος πλ. α'

Μήτηρ Θεού Παναγία, τό τείχος τών Χριστιανών, ρύσαι λαόν σου συνήθως, κραυγάζοντά σοι εκτενώς, Αντιτάχθητι αισχροίς, καί αλαζόσι λογισμοίς, ίνα βοώμέν σοι, Χαίρε αειπάρθενε.

Θεοτοκίον  Ήχος πλ. β'

Μεγάλων χαρισμάτων αγνή, Παρθένε Θεομήτορ σύ ηξιώθης, ότι έτεκες σαρκί, τόν ένα τής Τριάδος, Χριστόν τόν ζωοδότην, εις σωτηρίαν τών ψυχών ημών.

Θεοτοκίον  Ήχος βαρύς

Ο καρπός τής γαστρός σου Θεονύμφε, τοίς ανθρώποις εδείχθη σωτηρίας πρόξενος, διό σε Θεοτόκον, γνώμη καί γλώσση δοξάζοντες, οι πιστοί μεγαλύνομεν.

Θεοτοκίον  Ήχος πλ. δ'

Παρθένε άχραντε, σώσον ημάς ταίς πρεσβείαις σου, κινούσα σπλάγχνα μητρικά, τώ Υιώ σου καί Θεώ ημών.

Top

ΠΑΡΑΣΚΕΥΗ

Στιχηρά Τού Εσπερινού

Θεοτοκίον  Ήχος α'

Αναρτηθέντα ως είδεν, επί Σταυρού τόν Αμνόν, η άμωμος Παρθένος, θρηνωδούσα εβόα. Γλυκύτατον μου Τέκνον, τί τό καινόν, καί παράδοξον θέαμα; πώς ο κατέχων τά πάντα εν τή δρακί, ε πί ξύλου προσηλώθης σαρκί;

Θεοτοκίον  Ήχος β'

Ώ τής αγαθότητος τής σής! ώ τής υπέρ νούν ευσπλαγχνίας! ώ τής πολλής ανοχής, καί μακροθυμίας σου, Λόγε προάναρχε! η Παρθένος εκραύγαζεν, ολοφυρομένη, πώς ο ών αθάνατος, θανείν ηγάπησας; μέγα τό μυστήριον βλέπω, όμως προσκυνώ σου τά Πάθη, άπερ εκουσίως καθυπέμεινας.

Θεοτοκίον  Ήχος γ'

Μεγάλη τού Σταυρού σου Κύριε

Ορώσα τόν εκ σού τεχθέντα Παναμώμητε, κρεμάμενον εν ξύλω, ηλάλαζες βοώσα. Ποθεινότατόν μου Τέκνον, πού σου έδυ τό κάλλος τό φωσφόρον, τού καλλωπίσαντος, τών ανθρώπων τό γένος;

Θεοτοκίον  Ήχος δ'

Ιδών σε ο ήλιος, καί η σελήνη φιλάνθρωπε, επί ξύλου κρεμάμενον, ακτίνας απέκρυψαν, τής δικαιοσύνης, Ήλιε Χριστέ μου, καί τά θεμέλια τής γής, διεδονήθη φόβω τού κράτους σου, η Μήτηρ σου τά σπλάγχνα δέ, τιτρωσκομένη εβόα σοι. Ιησού υπεράγαθε, δόξα τή ευσπλαγχνία σου.

Θεοτοκίον  Ήχος πλ. α'

Όλην αναλαβών τήν εμήν, μορφήν ο πλάστης καί Θεός ενεδύσατο, μορφώσαι τήν πρίν πεσούσαν μορφήν Αδάμ βουληθείς, εν Σταυρώ υψώθη, ως υπεύθυνος, εκών καί τάς χείρας, προσηλωθείς νύν ιάσατο, τας πρίν τώ ξύλω, παρειμένας τής βρώσεως, όν η Πάναγνος, θεωρούσα ηλάλαζε. Τίς εστιν η τοσαύτη σου, Υιέ μου ανείκαστος, μακροθυμία; ου φέρω, επί Σταυρού αναρτώμενον, οράν σε τόν πάντα, τή δρακί διακρατούντα, Χριστέ τά σύμπαντα.

Θεοτοκίον  Ήχος πλ. β'

Τριήμερος ανέστης Χριστέ

Ορώσά σε η Πάναγνος, εν ξύλω καθηλούμενον, ανεβόα. Ώ Υιέ μου καί Θεέ, τί τό παράδοξόν σου, καί άκουσμα τό ξένον, ο υπομένεις διά οίκτον πολύν;

Θεοτοκίον  Ήχος βαρύς

Ρήματα εν τώ τόκω σου Τέκνον, διών χαροποιά πρώην ήκουον, προσεδόκων, χαράς εμπλησθήναι, καί χαροποι ήσαι, ψυχάς τεθλιμμένας, ταύτα δέ πρός λύπην μετετράπη, τή σταυρώσει σου εναργώς τά πράγματα, η λύπη γάρ τήκει με, καί θανείν προήρημαι, πληρούσης τής λύπης τήν καρδίαν μου.

Θεοτοκίον  Ήχος πλ. δ'

Πάναγνος ως είδέ σε, Σταυρώ κρεμάμενον εθελουσίως, κατανοούσά σου τήν δυναστείαν, λύπη συνείχετο Χριστέ, καί οδυρομένη ανεβόα σοι. Τέκνον μή με λίπης τήν τεκούσάν σε, δός μοι λόγον Υιέ μου, μή με σιγών παρέλθης, Λόγε Θεού τήν δούλην σου.



Απόστικα Τού Εσπερινού

Θεοτοκίον  Ήχος α'

Πανεύφημοι Μάρτυρες

Τήν γεύσιν τήν πάλαι τού Αδάμ, τήν πικράν εγλύκανας, χολήν καί όξος γευσάμενος, τέκνον γλυκύτατον, υψωθείς εν ξύλω, ως κριτός ο δίκαιος, διό με φαρμαχθείσαν τώ πάθει σου, γλύκανον Δέσποτα, αναστάς ως παντοδύναμος, η Παρθένος έλεγε δακρύουσα.

Θεοτοκίον  Ήχος β'

Ότε εκ τού ξύλου σε νεκρόν

Βότρυν τόν παμπέπειρον Αγνή, όν αγεωργήτως εν μήτρα εκυοφόρησας, ξύλω ως εώρακας, τούτον κρεμάμενον, θρηνωδούσα ηλάλαζες, καί έκραζες. Τέκνον, γλεύκος εναπόσταξον, όπως η μέθη αρθή, πάσα τών παθών Ευεργέτα, δι' εμού τής σέ τετοκυϊας, σού τήν ευσπλαγχνίαν ενδεικνύμενος.

Θεοτοκίον  Ήχος γ'

Ο κόσμος ηλεήθη Λόγε τή Σταυρώσει σου, η κτίσις εφωτίσθη, τά έθνη σωτηρίαν εύρον Δέσποτα, η Πάναγνος εβόα, εγώ δέ νύν τέτρωμαι, καθορώσά σου τό εκούσιον πάθος.

Θεοτοκίον  Ήχος δ'

Ο εξ Υψίστου κληθείς

Μή εποδύρου μου Μήτερ καθορώσα, εν ξύλω κρεμάμενον, τόν σόν Υιόν καί Θεόν, τόν εφ' υδάτων κρεμάσαντα, τήν γήν ασχέτως, καί πάσαν κτίσιν δημιουργήσαντα, καί γάρ αναστήσομαι, καί δοξασθήσομαι, καί τά τού Άδου βασίλεια, συντρίψω σθένει, καί αφανίσω τούτου τήν δύναμιν, καί τούς δεσμίους εκλυτρώσομαι, τής αυτού κακουργίας ως εύσπλαγχνος, καί Πατρί τώ ιδίω, προσαγάγω ως φιλάνθρωπος.

Θεοτοκίον  Ήχος πλ. α'

Χαίροις ασκητικών

Λόγχη σου τήν πλευράν ώ Υιέ, Ορυττομένην καθορώσα τιτρώσκομαι, τής λύπης δεινή ρομφαία, καί στεναγμόν εκ ψυχής, προϊέναι όλως ου δεδύνημαι, η Πάναγνος έλεγε, παρεστώσα τώ πάθει σου, καί τήν σφαγήν σου, καθορώσα τήν άδικον, ανεξίκακε, υπεράγαθε Κύριε, πού μοι τά ευαγγέλια, βοώσα σύν δάκρυσι, πού ο τό Χαίρέ μοι λέξας; πού η λοχεία η άφραστος; πού Πέτρος ο φίλος; αλλά δόξα τή αφάτω μακροθυμία σου.

Θεοτοκίον  Ήχος πλ. β'

Τριήμερος ανέστης Χριστέ

Παρίστατο τώ ξύλω ποτέ, καιρώ τώ τής σταυρώσεως, η Παρθένος, σύν παρθένω μαθητή, καί κλαίουσα εβόα. Οίμοι πώς πάσχεις πάντων, Χριστέ υπάρχων η απάθεια!

Θεοτοκίον  Ήχος βαρύς

Σήμερον γρηγορεί ο Ιούδας

Τέτρωμαι τή ρομφαία τής λύπης, εν Σταυρώ καθορώσά σε, τόν επί υδάτων τήν γήν στερεούντα, καί καθάπερ δέρριν εκτείναντα πόλον, βλέπω γάρ γυμνόν κατεσφαγμένον σε κρεμάμενον, καί θανείν Υιέ μου νύν, αιρούμαι παμφίλτατε, φρίξον γή καί σείσθητι, έλεγεν η Πάναγνος δακρύουσα.

Θεοτοκίον  Ήχος πλ. δ'

Οι Μάρτυρές σου Κύριε

Ορώσά σε σταυρούμενον, καί θανατούμενον η Θεοτόκος, Οίμοι! εκραύγαζε, πώς τάς οδύνας φέρεις, γλυκύτατε Υιέ; βάλλει τήν καρδίαν μου η λόγχη σου, φλέγει δέ τά σπλάγχνα μου τό πάθος σου, όμως υμνολογώ σε, θέλων γάρ ταύτα πάσχεις, σώσαι τόν άνθρωπον.



Εις τό, Θεός Κύριος

Θεοτοκίον  Ήχος α'

Οι τήν σήν προστασίαν, κεκτημένοι Άχραντε, καί ταίς σαίς ικεσίαις, τών δεινών εκλυτρούμενοι, τώ Σταυρώ τού Υιού σου, εν παντί φρουρούμενοι, κατά χρέος σε πάντες, ευσεβώς μεγαλύνομεν.

Θεοτοκίον  Ήχος β'

Υπερδεδοξασμένη υπάρχεις, Θεοτόκε Παρθένε, υμνούμέν σε, διά γάρ τού Σταυρού τού Υιού σου, κατεβλήθη ο άδης, καί ο θάνατος τέθνηκε, νεκρωθέντες ανέστημεν, καί ζωής ηξιώθημεν, τόν Παράδεισον ελάβομεν, τήν αρχαίαν απόλαυσιν, Διό ευχαριστούντες δοξολογούμεν, ως κραταιόν Χριστόν τόν Θεόν ημών, καί μόνον πολυέλεον.

Θεοτοκίον  Ήχος γ'

Ράβδον δυνάμεως κεκτημένοι, τόν Σταυρόν τού Υιού σου Θεοτόκε, εν αυτώ καταβάλλομεν, τών εχθρών τά φρυάγματα, οι πόθω σε απαύστως μεγαλύνοντες.

Θεοτοκίον  Ήχος δ'

Παρθένε πανάμωμε, Μήτηρ Χριστού τού Θεού, ρομφαία δι' ήλθέ σου, τήν παναγίαν ψυχήν, ηνίκα σταυρούμενον, έβλεψας εκουσίως, τόν Υιόν καί Θεόν σου, όν περ ευλογημένη, δυσωπούσα μή παύση, συγχώρησιν πταισμάτων, ημίν δωρήσασθαι.

Θεοτοκίον  Ήχος πλ. α'

Τώ Σταυρώ τού Υιού σου Θεοχατρίτωτε, τών ειδώλων η πλάνη, πάσα κατήργηται, καί τών δαιμόνων η ισχύς, καταπεπάτηται, διά τούτο οι πιστοί, κατά χρέος σε αεί, υμνούμεν καί ευλογούμεν, καί Θεοτόκον κυρίως, ομολογούντες μεγαλύνομεν.

Θεοτοκίον  Ήχος πλ. β'

Θεοτόκε Παρθένε, ικέτευε τόν Υιόν σου, τόν εκουσίως προσπαγέντα εν Σταυρώ, καί τόν κόσμον εκ πλάνης ελευθερώσαντα, Χριστόν τόν Θεόν ημών, τού ελεήσαι τάς ψυχάς ημών.

Θεοτοκίον  Ήχος βαρύς

Τόν σταυρωθέντα υπέρ ημών, Χριστόν τόν Θεόν, καί καθελόντα τού θανάτου τό κράτος, απαύστως ικέτευε, Θεοτόκε Παρθένε, ίνα σώση τάς ψυχάς ημών.

Θεοτοκίον  Ήχος πλ. δ'

Τόν αμνόν καί ποιμένα, και Σωτήρα τού κόσμου, εν τώ Σταυρώ θεωρούσα, η Τεκούσα, έλεγε δακρύουσα, ο μέν κόσμος αγάλλεται, δεχόμενος τήν λύτρωσιν, τά δέ σπλάγχνα μου φλέγονται, ορώσης σου τήν σταύρωσιν, ήν υπέρ πάντων υπομένεις, ο Υιός καί Θεός μου.



Εις τό τέλος τού Όρθρου

Θεοτοκίον  Ήχος α'

Άχραντε Θεοτόκε, η εν ουρανοίς, καί επί γής δοξολογουμένη, χαίρε Νύμφη ανύμφευτε.

Θεοτοκίον  Ήχος β'

Σέ μεγαλύνομεν Θεοτόκε βοώντες, Χαίρε η ράβδος, εξ ής ασπόρως Θεός βλαστήσας, ανείλεν εν ξύλω τόν θάνατον.

Θεοτοκίον  Ήχος γ'

Καταφυγή καί δύναμις ημών θεοτόκε, η κραταιά βοήθεια τού κόσμου, ταίς πρεσβείαις σου σκέπε τούς δούλους σου, από πάσης ανάγκης, μόνη Ευλογημένη.

Θεοτοκίον  Ήχος δ'

Σέ μεγαλύνομεν Θεοτόκε, βοώντες, Σύ εί τό όρος, εξ ού αρρήτως ετμήθη λίθος, καί πύλας τού άδου συνέτριψε.

Θεοτοκίον  Ήχος πλ. α'

Ο εκ Παρθένου, ανατείλας τώ κόσμω, Χριστέ ο Θεός, υιούς φωτός δι' αυτής αναδείξας, ελέησον ημάς.

Θεοτοκίον  Ήχος πλ. β'

Τόν πρό αιώνων εκ Πατρός, άνευ Μητρός γεννηθέντα, Υιόν καί Λόγον τού Θεού, επ' εσχάτων τών χρόνων, εκύησας σεσαρκωμένον, εξ αγνών αιμάτων σου, Θεοκυήτορ άνευ ανδρός, όν αίτησαι δωρήσασθαι ημίν, αμαρτιών άφεσιν πρό τού τέλους.

Θεοτοκίον  Ήχος βαρύς

Λύτρωσαι Θεοτόκε, τών συνεχουσών ημάς αμαρτιών, ότι άλλην ελπίδα, οι πιστοί ουκ έχομεν, ειμή σέ, καί τόν εκ σού τεχθέντα Θεόν.

Θεοτοκίον  Ήχος πλ. δ'

Ο καρπός τής κοιλίας σου Άχραντε, τών Προφητών υπάρχει, καί τού νόμου τό πλήρωμα, διό σε Θεοτόκον, εν επιγνώσει δοξάζοντες, ευσεβώς μεγαλύνομεν.

Top

ΣΑΒΒΑΤΟ

Στιχηρά Τού Εσπερινού

Θεοτοκίον  Ήχος α'

Τήν παγκόσμιον δόξαν, τήν εξ ανθρώπων σπαρείσαν, καί τόν Δεσπότην τεκούσαν, τήν επουράνιον πύλην, υμνήσωμεν Μαρίαν τήν παρθένον, τών Ασωμάτων τό άσμα, καί τών πιστών τό εγκαλλώπισμα. Αύτη γάρ ανεδείχθη ουρανός, καί ναός τής θεότητος. Αύτη τό μεσότοιχον τής έχθρας καθελούσα, ειρήνην αντεισήξε, καί τό βασίλειον ηνέωξε. Ταύτην ούν κατέχοντες, τής πίστεως τήν άγκυραν, υπέρμαχον έχομεν, τόν εξ αυτής τεχθέντα Κύριον. Θαρσείτω τοίνυν, θαρσείτω λαός τού Θεού, καί γάρ αυτός πολεμήσει τούς εχθρούς, ως παντοδύναμος.

Θεοτοκίον  Ήχος β'

Παρήλθεν η σκιά τού νόμου, τής χάριτος ελθούσης, ως γάρ η βάτος ουκ εκαίετο καταφλεγομένη, ούτω Παρθένος έτεκες, καί Παρθένος έμεινας, αντί στύλου πυρός, δικαιοσύνης ανέτειλεν Ήλιος, αντί Μωϋσέως Χριστός, η σωτηρία τών ψυχών ημών.

Θεοτοκίον  Ήχος γ'

Πώς μή θαυμάσωμεν, τόν θεανδρικόν σου τόκον Πανσεβάσμιε;πείραν γάρ ανδρός, μή δεξαμένη Πανάμωμε, έτεκες απάτορα, Υιόν εν σαρκί, τόν πρό αιώνων εκ Πατρός, γεννηθέντα αμήτορα, μηδαμώς υπομείναντα τροπήν, ή φυρμόν, ή διαίρεσιν, αλλ' εκατέρας ουσίας τήν ιδιότητα, σώαν φυλάξαντα. Διό Μητροπάρθενε Δέσποινα, αυτόν ικέτευε σωθήναι, τάς ψυχάς τών ορθοδόξως, Θεοτόκον ομολογούντων σε.

Θεοτοκίον  Ήχος δ'

Ο διά σέ θεοπάτωρ Προφήτης Δαυϊδ, μελωδικώς περί σού προανεφώνησε, τώ μεγαλείά σοι ποιήσαντι. Παρέστη η βασίλισσα εκ δεξιών σου. Σέ γάρ Μητέρα πρόξενον ζωής ανέδειξεν, ο απάτωρ εκ σού ενανθρωπήσαι ευδοκήσας Θεός, ίνα τήν εαυτού αναπλάση εικόνα, φθαρείσαν τοίς πάθεσι, καί τό πλανηθέν, ορειάλωτον ευρών πρόβατον, τοίς ώμοις αναλαβών, τώ Πατρί προσαγάγη, καί τώ ιδίω θελήματι, ταίς ουρανίαις συνάψη Δυνάμεσι, καί σώση Θεοτόκε τόν κόσμον Χριστός, ο έχων τό μέγα, καί πλούσιον έλεος.

Θεοτοκίον  Ήχος πλ. α'

Εν τή Ερυθρά θαλάσση, τής απειρογάμου Νύμφης, εικών διεγράφη ποτέ. Εκεί Μωϋσής διαιρέτης τού ύδατος, ενθάδε Γαβριήλ υπηρέτης τού θαύματος, τότε τόν βυθόν επέζευσεν αβρόχως Ισραήλ, νύν δέ τόν Χριστόν εγέννησεν ασπόρως η Παρθένος, η θάλασσα μετά τήν πάροδον τού Ισραήλ, έμεινεν άβατος, η Άμεμπτος μετά τήν κύησιν τού Εμμανουήλ, έμεινεν άφθορος, ο ών καί προών, καί φανείς ως άνθρωπος, Θεός ελέησον ημάς.

Θεοτοκίον  Ήχος πλ. β'

Τίς μή μακαρίσει σε, παναγία Παρθένε; τίς μή ανυμνήσει σου, τόν αλόχευτον τόκον, ο γάρ αχρόνως εκ, Πατρός, εκλάμψας Υιός μονογενής, ο αυτός εκ σού τής Αγνής προήλθεν, αφράστως σαρκωθείς, φύσει Θεός υπάρχων, καί φύσει γενόμενος άνθρωπος δι' ημάς, ουκ εις δυάδα προσώπων τεμνόμενος, αλλ' εν δυάδι φύσεων, ασυγχύτως γνωριζόμενος. Αυτόν ικέτευε σεμνή Παμμακάριστε, ελεηθήναι τάς ψυχάς ημών.

Θεοτοκίον  Ήχος βαρύς

Μήτηρ μέν εγνώσθης, υπέρ φύσιν Θεοτόκε, έμεινας δέ Παρθένος, υπέρ λόγον καί έννοιαν, καί τό θαύμα τού τόκου σου, ερμηνεύσαι γλώσσα ου δύναται, παραδόξου γάρ ούσης τής συλλήψεως Αγνή, ακατάληπτός εστιν ο τρόπος τής κυήσεως, όπου γάρ βούλεται Θεός, νικάται φύσεως τάξις. Διό σε πάντες Μητέρα τού Θεού γινώσκοντες, δεόμεθά σου εκτενώς, πρέσβευε, τού σωθήναι τάς ψυχάς ημών.

Θεοτοκίον  Ήχος πλ. δ'

Ο Βασιλεύς τών ουρανών, διά φιλανθρωπίαν, επί τής γής ώφθη, καί τοίς ανθρώποις συνανεστράφη, εκ Παρθένου γάρ αγνής, σάρκα προσλαβόμενος, καί εκ ταύτης προελθών, μετά τής προσλήψεως, είς εστιν Υιός, διπλούς τήν φύσιν, αλλ' ου τήν υπόστασιν, διό τέλειον αυτόν Θεόν, καί τέλειον άνθρωπον, αληθώς κηρύττοντες, ομολογούμεν Χριστόν τόν Θεόν ημών, όν ικέτευε, Μήτερ ανύμφευτε, ελεηθήναι τάς ψυχάς ημών.



Απόστικα Τού Εσπερινού

Θεοτοκίον  Ήχος α'

Χαίροις παρ' ημών αγία Θεοτόκε Παρθένε, τό σεπτόν κειμήλιοναπάσης τής οικουμένης, η λαμπάς η άσβεστος, τό χωρίον τού αχωρήτου, ο ναός ο ακατάλυτος. Χαίροις εξ ής Αμνός ετέχθη, ο αίρων τήν αμαρτίαν τού κόσμου.

Θεοτοκίον  Ήχος β'

Τήν πάσαν ελπίδα μου, εις σέ ανατίθημι, Μήτηρ τού φωτός, φύλαξόν με υπό τήν σκέπην σου.

Θεοτοκίον  Ήχος γ'

Εν γυναιξίν αγία Θεοτόκε, Μήτηρ ανύμφευτε, πρέσβευε όν έτεκες, Βασιλέα καί Θεόν, ίνα σώση ημάς ως φιλάνθρωπος.

Θεοτοκίον  Ήχος δ'

Έχοντές σε Θεοτόκε, ελπίδα καί προστασίαν, εχθρών επιβουλάς ου πτοούμεθα, ότι σώζεις τάς ψυχάς ημών.

Θεοτοκίον  Ήχος πλ. α'

Σέ δυσωπούμεν, ως Θεού Μητέρα. Ευλογημένη, πρέσβευε σωθήναι ημάς.

Θεοτοκίον  Ήχος πλ. β'

Πρεσβείαις τής Τεκούσης σε, Χριστέ καί τών Μαρτύρων σου, Αποστόλων Προφητών Ιεραρχών, οσίων καί Δικαίων, καί πάντων τών Αγίων, τούς κοιμηθέντας δούλους σου ανάπαυσον.

Θεοτοκίον  Ήχος βαρύς

Όρος θείον άγιον, είδέ σε ο Δανιήλ, καί Ησαϊας δέ ο σοφός, Μητέρα Θεού εκήρυξέ σε Σεμνή, Θεόν εν σαρκί χωρήσασαν, τόν Αδάμ πλαστουργήσαντα, όν τά Χερουβείμ ετρόμαξαν σαρκούμενον, υμνούντα καί δοξάζοντα, ασιγήτω τρισαγία φωνή, αλλά τούτον αίτησαι, σωθήναι τάς ψυχάς ημών.

Θεοτοκίον  Ήχος πλ. δ'

Αγνή Παρθένε, τού Λόγου πύλη, τού Θεού ημών Μήτηρ, ικέτευε σωθήναι ημάς.



Εις τό, Θεός Κύριος

Θεοτοκίον  Ήχος α'

Τού Γαβριήλ φθεγξαμένου, σοι Παρθένε τό Χαίρε, σύν τη φωνή εσαρκούτο, ο τών όλων Δεσπότης, εν σοί τή αγία κιβωτώ, ως έφη ο δίκαιος Δαυϊδ, Εδείχθης πλατυτέρα τών ουρανών, βαστάσασα τόν Κτίστην σου, Δόξα τώ ενοικήσαντι εν σοί, δόξα τώ προελθόντι εκ σού, δόξα τώ ελευθερώσαντι ημάς, διά τού τόκου σου.

Θεοτοκίον  Ήχος β'

Πάντα υπέρ έννοιαν, πάντα υπερένδοξα, τά σά Θεοτόκε μυστήρια, τή αγνεία εσφραγισμένη, καί παρθενία φυλαττομένη, Μήτηρ εγνώσθης αψευδής, Θεόν τεκούσα αληθινόν. Αυτόν ικέτευε, σωθήναι τάς ψυχάς ημών.

Θεοτοκίον  Ήχος γ'

Σέ τήν μεσιτεύσασαν τήν σωτηρίαν, τού γένους ημών, ανυμνούμεν Θεοτόκε Παρθένε, εν τή σαρκί γάρ τή εκ σού προσληφθείση, ο Υιός σου καί Θεός ημών, τό διά Σταυρού καταδεξάμενος πάθος, ελυτρώσατο ημάς, εκ φθοράς ως Φιλάνθρωπος.

Θεοτοκίον  Ήχος δ'

Τό απ' αιώνος απόκρυφον, καί Αγγέλοις άγνωστον Μυστήριον, διά σού Θεοτόκε, τοίς επί γής πεφανέρωται, Θεός εν ασυγχύτω, ενώσει σαρκούμενος, καί Σταυρόν εκουσίως, υπέρ ημών καταδεξάμενος, δι' ού αναστήσας τόν πρωτόπλαστον, έσωσεν εκ θανάτου τάς ψυχάς ημών.

Θεοτοκίον  Ήχος πλ. α'

Χαίρε πύλη Κυρίου η αδιόδευτος, τρεχόντων εις σέ, χαίρε αχείμαστε λιμήν, καί απειρόγαμε, η τεκούσα εν σαρκί, τόν Ποιητήν σου καί Θεόν, τών πρεσβεύουσα μή ελλείπης, υπέρ τών ανυμνούντων, καί προσκυνούντων τόν τόκον σου.

Θεοτοκίον  Ήχος πλ. β'

Προϊστορεί ο Γεδεών, τήν σύλληψιν, καί ερμηνεύει ο Δαυϊδ, τόν τόκον σου Θεοτόκε, κατέβη γάρ ως υετός επί πόκον, ο Λόγος εν τή γαστρί σου, καί εβλάστησας άνευ σποράς, γή αγία, τού κόσμου τήν σωτηρίαν, Χριστόν τόν Θεόν, η Κεχαριτωμένη.

Θεοτοκίον  Ήχος βαρύς

Ως τής ημών αναστάσεως θησαύρισμα, τούς επί σοί πεποιθότας Πανύμνητε, εκ λάκκου καί βυθού πταισμάτων ανάγαγε, σύ γάρ τούς υπευθύνους τή αμαρτία, έσωσας τεκούσα τήν σωτηρίαν, η πρό τόκου Παρθένος, καί εν τόκω Παρθένος, καί μετά τόκον πάλιν ούσα Παρθένος.

Θεοτοκίον  Ήχος πλ. δ'

Ο δι' ημάς γεννηθείς εκ Παρθένου, καί σταύρωσιν υπομείνας αγαθέ, ο θανάτω τόν θάνατον σκυλεύσας, καί έγερσιν δείξας ως Θεός, μή παρίδης ούς έπλασας τή χειρί σου, δείξον τήν φιλανθρωπίαν σου Ελεήμον, δέξαι τήν Τεκούσάν σε Θεοτόκον, πρεσβεύουσαν υπέρ ημών, καί σώσον Σωτήρ ημών, λαόν απεγνωσμένον.



Εις τό τέλος τού Όρθρου

Θεοτοκίον  Ήχος α'

Τόν αμήτορα εν ουρανώ, υπέρ έννοιαν καί ακοήν, επί γής απάτορα έτεκες, Αυτόν Θεοτόκε ικέτευε, υπέρ τών ψυχών ημών.

Θεοτοκίον  Ήχος β'

Μήτηρ αγία, η τού αφράστου φωτός, αγγελικοίς σε ύμνοις τιμώντες, ευσεβώς μεγαλύνομεν.

Εάν δέ τύχη Αλληλούϊα, έν οιωδήποτε

Ήχω, λέγονται ταύτα. Ήχος β'.

Απόστολοι, Μάρτυρες καί Προφήται Ιεράρχαι, Όσιοι, καί Δίκαιοι, οι καλώς τόν αγώνα τελέσαντες, καί τήν Πίστιν τηρήσαντες, παρρησίαν έχοντες, πρός τόν Σωτήρα, υπέρ ημών αυτόν ως αγαθόν, Θεόν ικετεύσατε σωθήναι, δεόμεθα τάς ψυχάς ημών.

Δόξα... Νεκρώσιμον

Μνήσθητι Κύριε, ως Αγαθός τών δούλων σου, καί όσα εν βίω ήμαρτον, συγχώρησον, ουδείς γάρ αναμάρτητος, ει μή σύ ο δυνάμενος, καί τοίς μεταστάσι, δούναι τήν ανάπαυσιν.

Καί νύν... Θεοτοκίον

Μήτηρ αγία, η τού αφράστου Φωτός, αγγελικοίς σε ύμνοις τιμώντες, ευσεβώς μεγαλύνομεν.

Θεοτοκίον  Ήχος γ'

Προφήται προεκήρυξαν, Απόστολοι εδίδαξαν, Μάρτυρες ωμολόγησαν, καί ημείς επιστεύσαμεν, Θεοτόκον σε κυρίως υπάρχουσαν, διό καί μεγαλύνομεν, τόν τόκον σου τόν άφραστον.

Θεοτοκίον  Ήχος δ'

Σέ μεγαλύνομεν Θεοτόκε, βοώντες, Σύ εί η βάτος, εν ή αφλέκτως Μωσής, κατείδεν ως φλόγα, τό πύρ τής θεότητος.

Θεοτοκίον  Ήχος πλ. α'

Ο εκ Παρθένου, ανατείλας τώ κόσμω, Χριστέ ο Θεός, υιούς φωτός δι' αυτής αναδείξας, ελέησον ημάς.

Θεοτοκίον  Ήχος πλ. β'

Τόν πρό αιώνων εκ Πατρός, άνευ Μητρός γεννηθέντα, Υιόν καί Λόγον τού Θεού, επ' εσχάτων τών χρόνων, εκύησας σεσαρκωμένον, εξ αγνών αιμάτων σου, Θεοκυήτορ άνευ ανδρός, όν αίτησαι δωρήσασθαι ημίν, αμαρτιών άφεσιν πρό τού τέλους.

Θεοτοκίον  Ήχος βαρύς

Χαίρε, η τόν αχώρητον εν ουρανοίς, χωρήσασα εν μήτρα σου, χαίρε Παρθένε, τών Προφητών τό κήρυγμα, εξ ής έλαμψεν ο Εμμανουήλ, χαίρε Μήτηρ Χριστού τού Θεού.

Θεοτοκίον  Ήχος πλ. δ'

Παρθένε άχραντε, σώσον ημάς ταίς πρεσβείαις σου, κινούσα σπλάγχνα μητρικά, τώ Υιώ σου καί Θεώ ημών.

Δεν υπάρχουν σχόλια:

Δημοσίευση σχολίου