Κυριακή, 19 Οκτωβρίου 2014

ΠΑΡΑΚΛΗΤΙΚΟΣ ΚΑΝΩΝ ΕΙΣ ΤΗΝ ΥΠΕΡΑΓΙΑΝ ΘΕΟΤΟΚΟΝ ΥΠΕΡ ΤΩΝ ΑΔΙΚΩΣ ΦΥΛΑΚΙΣΘΕΝΤΩΝ.



Παναγία Βηματάρισσα - Εικόνα της Ιεράς Μεγίστης Μονής Βατοπαιδίου
(Ποίημα Πρωτοπρεσβυτέρου τοῦ Οἰκουμενικοῦ Θρόνου Στυλιανοῦ Μακρῆ, Δρος Θ.)

Εὐλογήσαντος τοῦ Ἱερέως, λέγομεν τὸν παρόντα ψαλμόν.
Κύριε, εἰσάκουσον τῆς προσευχῆς μου, ἐνώτισαι τὴν δέησίν μου ἐν τῇ ἀληθείᾳ Σου, εἰσάκουσόν μου ἐν τῇ δικαιοσύνῃ Σου· καὶ μὴ εἰσέλθῃς εἰς κρίσιν μετὰ τοῦ δούλου Σου, ὅτι οὐ δικαιωθήσεται ἐνώπιόν Σου πᾶς ζῶν. Ὅτι κατεδίωξεν ὁ ἐχθρὸς τὴν ψυχήν μου, ἐταπείνωσεν εἰς γῆν τὴν ζωήν μου, ἐκάθισέ με ἐν σκοτεινοῖς, ὡς νεκροὺς αἰῶνος· καὶ ἠκηδίασεν ἐπ’ ἐμὲ τὸ πνεῦμά μου, ἐν ἐμοὶ ἐταράχθη ἡ καρδία μου. Ἐμνήσθην ἡμερῶν ἀρχαίων, ἐμελέτησα ἐν πᾶσι τοῖς ἔργοις Σου, ἐν ποιήμασι τῶν χειρῶν Σου ἐμελέτων. Διεπέτασα πρὸς Σὲ τὰς χεῖράς μου, ἡ ψυχή μου ὡς γῆ ἄνυδρός Σοι. Ταχὺ εἰσάκουσόν μου, Κύριε, ἐξέλιπε τὸ πνεῦμά μου· μὴ ἀποστρέψῃς τὸ πρόσωπόν Σου ἀπ’ ἐμοῦ καὶ ὁμοιωθήσομαι τοῖς καταβαίνουσιν εἰς λάκκον. Ἀκουστὸν ποίησόν μοι τὸ πρωΐ τὸ ἔλεός Σου, ὅτι ἐπὶ Σοὶ ἤλπισα· γνώρισόν μοι, Κύριε, ὁδόν, ἐν ᾗ πορεύσομαι, ὅτι πρὸς Σὲ ᾖρα τὴν ψυχήν μου· ἐξελοῦ με ἐκ τῶν ἐχθρῶν μου, Κύριε· πρὸς σὲ κατέφυγον. Δίδαξόν με τοῦ ποιεῖν τὸ θέλημά Σου, ὅτι Σὺ εἶ ὁ Θεός μου· τὸ Πνεῦμά Σου τὸ ἀγαθὸν ὁδηγήσει με ἐν γῇ εὐθείᾳ. Ἕνεκεν τοῦ ὀνόματός Σου, Κύριε, ζήσεις με· ἐν τῇ δικαιοσύνῃ Σου ἐξάξεις ἐκ θλίψεως τὴν ψυχήν μου· καὶ ἐν τῷ ἐλέει Σου ἐξολοθρεύσεις τοὺς ἐχθρούς μου· καὶ ἀπολεῖς πάντας τοὺς θλίβοντας τὴν ψυχήν μου, ὅτι ἐγὼ δοῦλός Σού εἰμι.

Καὶ εὐθὺς ψάλλομεν.
Ἦχος δ΄.
Θεὸς Κύριος καὶ ἐπέφανεν ἡμῖν· εὐλογημένος ὁ ἐρχόμενος ἐν ὀνόματι Κυρίου.
Στίχος α΄. Ἐξομολογεῖσθε τῷ Κυρίῳ, καὶ ἐπικαλεῖσθε τὸ ὄνομα τὸ ἅγιον Αὐτοῦ.
Θεὸς Κύριος καὶ ἐπέφανεν ἡμῖν· εὐλογημένος ὁ ἐρχόμενος ἐν ὀνόματι Κυρίου.
Στίχος β΄. Πάντα τὰ ἔθνη ἐκύκλωσάν με, καὶ τῷ ὀνόματι Κυρίου ἠμυνάμην αὐτούς.
Θεὸς Κύριος καὶ ἐπέφανεν ἡμῖν· εὐλογημένος ὁ ἐρχόμενος ἐν ὀνόματι Κυρίου.
Στίχος γ΄. Παρὰ Κυρίου ἐγένετο αὕτη, καὶ ἔστι θαυμαστὴ ἐν ὀφθαλμοῖς ἡμῶν.
Θεὸς Κύριος καὶ ἐπέφανεν ἡμῖν· εὐλογημένος ὁ ἐρχόμενος ἐν ὀνόματι Κυρίου.
Ἧχος δ΄.Ὁ Ὑψωθεὶς ἐν τῷ Σταυρῷ.
Τοῦ ἀδεκάστου Δικαστοῦ γεγονυῖα, Μήτηρ συνήγορος γενοῦ μοι Παρθένε, τῷ δικηφόρον κλήτευμα λαβόντι ποτέ, ἐν πλεκτάνῃ κατηγόρων μου, ἐκδοθὲν καὶ ἀσφάλισον, τὴν ἐμὴν ἀθῴωσιν, τῇ σῇ ἀνεπικλήτῳ, ὑπερασπίσει Δέσποινα Σεμνή, καὶ τῶν δυσφόρων, δεσμῶν μου τὴν ἄνεσιν.
Δόξα. Καὶ νῦν. Θεοτοκίον.
Οὐ σιωπήσωμεν ποτὲ Θεοτόκε, τὰς δυναστείας σου λαλεῖν οἱ ἀνάξιοι, εἰ μὴ γὰρ σὺ προΐστασο πρεσβεύουσα, τίς ὑμᾶς ἐρρύσατο ἐκ τοσούτων κινδύνων, τίς δὲ διεφύλαξεν ἕως νῦν ἐλευθέρους; οὐκ ἀποστῶμεν Δέσποινα ἐκ σοῦ· σοὺς γὰρ δούλους σώζεις ἀεὶ ἐκ παντοίων δεινῶν.


Εἶτα λέγομεν τὸν παρόντα ψαλμόν.

λέησόν με, ὁ Θεός, κατὰ τὸ μέγα ἔλεός Σου καὶ κατὰ τὸ πλῆθος τῶν οἰκτιρμῶν Σου ἐξάλειψον τὸ ἀνόμημά μου. Ἐπὶ πλεῖον πλῦνόν με ἀπὸ τῆς ἀνομίας μου καὶ ἀπὸ τῆς ἁμαρτίας μου καθάρισόν με. Ὅτι τὴν ἀνομίαν μου ἐγὼ γινώσκω καὶ ἡ ἁμαρτία μου ἐνώπιόν μού ἐστι διὰ παντός. Σοὶ μόνῳ ἥμαρτον καὶ τὸ πονηρὸν ἐνώπιόν Σου ἐποίησα, ὅπως ἂν δικαιωθῇς ἐν τοῖς λόγοις Σου καὶ νικήσῃς ἐν τῷ κρίνεσθαί Σε. Ἰδοὺ γὰρ ἐν ἀνομίαις συνελήφθην καὶ ἐν ἁμαρτίαις ἐκίσσησέ με ἡ μήτηρ μου. Ἰδοὺ γὰρ ἀλήθειαν ἠγάπησας· τὰ ἄδηλα καὶ τὰ κρύφια τῆς σοφίας Σου ἐδήλωσάς μοι. Ῥαντιεῖς με ὑσσώπῳ καὶ καθαρισθήσομαι· πλυνεῖς με καὶ ὑπὲρ χιόνα λευκανθήσομαι. Ἀκουτιεῖς μοι ἀγαλλίασιν καὶ εὐφροσύνην· ἀγαλλιάσονται ὀστέα τεταπεινωμένα. Ἀπόστρεψον τὸ πρόσωπόν Σου ἀπὸ τῶν ἁμαρτιῶν μου καὶ πᾶσας τὰς ἀνομίας μου ἐξάλειψον. Καρδίαν καθαρὰν κτίσον ἐν ἐμοί, ὁ Θεός, καὶ πνεῦμα εὐθὲς ἐγκαίνισον ἐν τοῖς ἐγκάτοις μου. Μὴ ἀπορρίψῃς με ἀπὸ τοῦ προσώπου Σου καὶ τὸ Πνεῦμά Σου τὸ Ἅγιον μὴ ἀντανέλῃς ἀπ’ ἐμοῦ. Ἀπόδος μοι τὴν ἀγαλλίασιν τοῦ σωτηρίου Σου καὶ πνεύματι ἡγεμονικῷ στήριξόν με. Διδάξω ἀνόμους τὰς ὁδούς Σου καὶ ἀσεβεῖς ἐπὶ Σὲ ἐπιστρέψουσι. Ῥῦσαί με ἐξ αἱμάτων, ὁ Θεός, ὁ Θεὸς τῆς σωτηρίας μου· ἀγαλλιάσεται ἡ γλῶσσά μου τὴν δικαιοσύνην Σου. Κύριε, τὰ χείλη μου ἀνοίξεις καὶ τὸ στόμα μου ἀναγγελεῖ τὴν αἴνεσίν Σου. Ὅτι, εἰ ἠθέλησας θυσίαν, ἔδωκα ἄν· ὁλοκαυτώματα οὐκ εὐδοκήσεις. Θυσία τῷ Θεῷ πνεῦμα συντετριμμένον· καρδίαν συντετριμμένην καὶ τεταπεινωμένην ὁ Θεὸς οὐκ ἐξουδενώσει. Ἀγάθυνον, Κύριε, ἐν τῇ εὐδοκίᾳ Σου τὴν Σιὼν καὶ οἰκοδομηθήτω τὰ τείχη Ἱερουσαλήμ. Τότε εὐδοκήσεις θυσίαν δικαιοσύνης, ἀναφορὰν καὶ ὁλοκαυτώματα. Τότε ἀνοίσουσιν ἐπὶ τὸ θυσιαστήριόν Σου μόσχους.


Εἶτα ψάλλομεν τὸν παρόντα κανόνα, οὗ ἡ ἀκροστιχίς:
Ἐξάγαγε, Μῆτερ, ἐκ φυλακῆς τὴν ψυχήν μου. Σ(τυλιανοῦ) 
Ἦχος πλ. δ΄. ᾨδὴ α΄. Ὑγρὰν διοδεύσας.
Εἰργμένοις ἀδίκως ἐν φυλακῇ, Ἄχραντε ὡς πάλαι, ὁ Υἱός σου καὶ Λυτρωτής, ἄνεσιν δεσμῶν ταχὺ παράσχου, τῇ πρὸς Αὐτὸν κραταιᾷ ἱκεσίᾳ σου.
Ξηράνας σαρκός μου τοὺς ὀφθαλμούς, ἐν κλαυθμῷ καὶ στόνῳ, γοερῶς σοὶ ἀναβοῶ· Μνήσθητι κἀμοῦ τοῦ ταλαιπώρου, καὶ τῆς εἰρκτῆς μου Ἁγνὴ ἐλευθέρωσον.
γόρευσον Μῆτερ εἰς δικαστοῦ, ἀδεκάστου Λόγου, βῆμα ὄντως τὸ φοβερόν, ὑπὲρ τῶν ἀδίκως συλληφθέντων, ἀνασκευάζουσα ψεῦδος ἀντίδικον.
Γυρόθεν μου σίδηρος καὶ κιγκλίς, καὶ σκότος ὡς φίλοι, τῆς μονώσεως τῆς ἐμῆς·  ἀλλ’ Ἁγνὴ τοιαύτης με φιλίας, ὥσπερ κλειδοῦχος ἐλέους ἀπάλλαξον.
ᾨδὴ γ΄. Οὐρανίας ἁψῖδος.
ντιβόλει ἐφέτιν, καὶ οἰκτιρμῶν Κύριον, ὑπὲρ τῶν καταδικασθέντων, ἀδίκως Δέσποινα, ἵνα ταχέως αὐτοῖς, ἐλευθερίας τὸ δῶρον, διὰ τῆς πρεσβείας σου, πᾶσι δωρήσηται.
Γειτνιόντων μοι χλεύην, καὶ ὑβριστῶν γέλωτα, καὶ τὸν καγχασμὸν Θεοτόκε, συγκαταδίκων μου, συνηγορίας τῆς σῆς, ὡς καθελοῦσα δυνάμει, κουφισμὸν παράσχου μοι, τῆς δικαιώσεως.
δωλίου δολίου, καὶ πονηρᾶς κρίσεως, δικαστῶν ἀδίκων Παρθένε, καὶ εἰσαγγέλσεως, κακεντρεχοῦς μυστικῇ, συναντιλήψει σου Κόρη, σῷζε τοὺς μηδέποτε, παρανομήσαντας.
Μηνυτῶν μου ἡ μῆνις, εἰς φυλακὴν ἔβαλεν, οἴμοι τὸν πιστόν σου οἰκέτην, τὸν ἀνυμνοῦντά σε, καὶ νῦν κατάδικος, πέλων προσφεύγω δικαίως, πρὸς ἐτυμηγόρον σου, Δέσποινα ἔφεσιν.
Δικαίωσον, τοὺς ἐν εἱρκτῇ παρανόμως ἐγκεκλειμένους, καὶ ἀθώους δεσμῶτας Μῆτερ αὐτεπαγγέλτῳ σου, ὑπὲρ ἱκετῶν σου συνηγορίᾳ.
πίβλεψον, ἐν εὐμενείᾳ Πανύμνητε Θεοτόκε, ἐπὶ τὴν ἐμὴν χαλεπὴν τοῦ σώματος κάκωσιν, καὶ ἴασαι τῆς ψυχῆς μου τὸ ἄλγος.
Αἴτησις καὶ τὸ Κάθισμα
Ἦχος β΄. Τὰ ἄνω ζητῶν.
Εἰς νόμου σαφῶς ἠρήσθησαν ἀσάφειαν, μετήλλαξαν δε τὸ ψεῦδος εἰς ἀλήθειαν, οἱ ἐμοὶ ἀντίδικοι, ἐν εἱρκτῇ ἰδεῖν με ἐφέμενοι, ἀλλ’ ἀνταπόδος Δέσποινα αὐτοῖς, τῆς πονηρίας αὑτῶν τὴν ἀντάμειψιν.
ᾨδὴ δ΄. Εἰσακήκοα Κύριε.
τεκοῦσα τὸν Ἄρχοντα, τῆς δικαιοσύνης ἐπιμελήθητι, περὶ τῆς ἀνταποδόσεως, τοῦ ὄντως δικαίου τοῖς ἱκέταις σου.
Τὴν παράνομον κράτησιν, καὶ τὸν ἐγκλεισμόν μου εἰς δεσμωτήριον, δι’ ἀνύπαρκτα ἐγκλήματα, λῦσον Ἀγαθὴ χειρὶ ἐνδίκῳ σου.
φετεῖον τὸ ἔμψυχον, καὶ ἀλιτροδίκων ἡ ἀνεπίδικος, πέλεις Δέσποινα ἀναίρεσις, καὶ τῶν ὑποδίκων ὑπεράσπισις.
ῆξον δύσθλαστον ἅλυσιν, ἀξιοπενθῆ τε καὶ ἀπαράκλητον, τοῦ δεσμώτου δεομένου σου, παύουσα τὴν θλίψιν μου Πανύμνητε.
ᾨδὴ ε΄. Φώτισον ἡμᾶς.
λεος Χριστοῦ, καθειργμένοις ὡς ἀεἰρυτος, θείας συγγνώμης κρήνη καὶ τῆς χαρᾶς, πηγὴ ἐκπόρισον πᾶσι, Νύμφη Ἀνύμφευτε.
Κλαίω ἐμαυτόν, τοῖς δεσμοῖς ὀλοφυρόμενος· ἀπὸ μακρόθεν ἔστησαν οἱ γνωστοί· οὐδεὶς πλησίον μου πλὴν σου, Θεομακάριστε.
Φίλτρῳ μητρικῷ, τοὺς ἀθώους ἐπισύναξον, ὥσπερ ἡ ὄρνις νοσσία τὰ ἑαυτῆς, ὑπὸ τὰς πτέρυγας Μῆτερ, τῆς προστασίας σου.
ποπτον φυγῆς, ὡς με πάλαι ᾐτιάσαντο, εὐαγγελίου φυγάδες τῶν ἐντολῶν, ὑπὸ τὴν σὴν εὐσπλαχνίαν, Κόρη κατέφυγον.
ᾨδὴ στ΄. Τὴν δέησιν.
Λιμώττοντας, τοὺς πεινῶντας χόρτασον, τὴν Χριστοῦ δικαιοσύνην καὶ ῥῶσιν, δίδου τὴν λύτρωσιν ἐκδεχομένοις, κἀπὶ τὴν σὴν δικηφόρον ἐλπίζουσι, χεῖρα τὴν τίνουσαν Ἁγνή, τοὺς ἀνόμως αὐτοὺς ἐκδικάσαντας.
κύρωσον, ψευδολόγων ἔλεγχον, τὸν ἀνόμιμον καὶ ἄδικον κρίσιν, τῶν ἐπιόρκων κριτῶν μου ἐνστάσει, ἀνεπικλήτῳ τῇ σῇ Ἀειπάρθενε, ἵνα Σεμνὴ ἐκ σκοτεινῆς, καὶ στενῆς φυλακῆς ἐξαγάγῃς με.
Κακούργημα, καὶ ἀνοσιούργημα, ποινατόρων δικαστῶν Θεοτόκε, ἡ καταδίκη ἀθώων καθάπερ, ὑπὸ Πιλάτου Σταυροῦ τὸ κατάκριμα, ἀλλ’ ἀνταπόδωμα αὐτοῖς, ἡ ποιναῖα τοῦ τόκου σου νέμεσις.
τοίμασαν, κατ’ ἐμοῦ καθείρξεως, τὸ ἀκάνθινον Πανάμωμε στέφος, ἠμφίεσάν με τὴν χλεύην ὡς χλαῖναν, καὶ ψευδομάρτυρας πλείστους ἐκάλεσαν, σὺ δὲ γενοῦ μοι βοηθός, καὶ φρουρά μου τῆς ὑπερασπίσεως.
Δικαίωσον, τοὺς ἐν εἱρκτῇ παρανόμως ἐγκεκλειμένους, καὶ ἀθώους δεσμῶτας Μῆτερ αὐτεπαγγέλτῳ σου, ὑπὲρ ἱκετῶν σου συνηγορίᾳ.
χραντε, ἡ διὰ λόγου τὸν Λόγον ἀνερμηνεύτως, ἐπ’ ἐσχάτων τῶν ἡμερῶν τεκοῦσα ἱκέτευε, ὡς ἔχουσα μητρικὴν παῤῥησίαν.
Αἴτησις καὶ τὸ Κοντάκιον
Ἦχος β΄. Τοῖς τῶν αἱμάτων σου.
ναγομένου ἐμοῦ οὐχ εὑρέθησαν, παρανομίας τινὸς τὰ πειστήρια, ἀλλ’ εἰ καὶ ἀθῷον ἑώρων με, οἱ δικασταὶ ἐν εἱρκτῇ με συνέκλεισαν, τὸν κράζοντα· Σῶσόν με Θεόνυμφε.
Τὸ α΄ ἀντίφωνον τοῦ δ΄ ἤχου καὶ τὸ Προκείμενον·
Μνησθήσομαι τοῦ ὀνόματός σου ἐν πάσῃ γενεᾷ καὶ γενεᾷ.

Στίχος. Ἄκουσον, θύγατερ, καὶ ἴδε καὶ κλῖνον τὸ οὖς σου καὶ ἐπιλάθου τοῦ λαοῦ σου καὶ τοῦ οἴκου τοῦ πατρός σου καὶ ἐπιθυμήσει ὁ βασιλεὺς τοῦ κάλλους σου.


Εὐαγγέλιον (Λουκ. 1, 39-56)
Τῷ καιρῷ ἐκείνῳ, ἀναστᾶσα Μαριάμ ἐπορεύθη εἰς τὴν ὀρεινὴν μετὰ σπουδῆς, εἰς πόλιν Ἰούδα, καὶ εἰσῆλθεν εἰς τὸν οἶκον Ζαχαρίου καὶ ἠσπάσατο τὴν Ἐλισάβετ. Καὶ ἐγένετο, ὡς ἤκουσεν ἡ Ἐλισάβετ τὸν ἀσπασμὸν τῆς Μαρίας, ἐσκίρτησε τὸ βρέφος ἐν τῇ κοιλίᾳ αὑτῆς καὶ ἐπλήσθη Πνεύματος Ἁγίου ἡ Ἐλισάβετ καὶ ἀνεφώνησε φωνῇ μεγάλῃ καὶ εἶπεν· Εὐλογημένη σὺ ἐν γυναιξὶ καὶ εὐλογημένος ὁ καρπὸς τῆς κοιλίας σου· Καὶ πόθεν μοι τοῦτο, ἵνα ἔλθῃ ἡ μήτηρ τοῦ Κυρίου μου πρός με· Ἰδοὺ γάρ, ὡς ἐγένετο ἡ φωνὴ τοῦ ἀσπασμοῦ σου εἰς τὰ ὦτά μου, ἐσκίρτησεν ἐν ἀγαλλιάσει τὸ βρέφος ἐν τῇ κοιλίᾳ μου· Καὶ μακαρία ἡ πιστεύσασα ὅτι ἔσται τελείωσις τοῖς λελαλημένοις αὐτῇ παρὰ Κυρίου. Καὶ εἶπε Μαριάμ· Μεγαλύνει ἡ ψυχή μου τὸν Κύριον καὶ ἠγαλλίασε τὸ πνεῦμά μου ἐπὶ τῷ Θεῶ τῷ Σωτῆρί μου, ὅτι ἐπέβλεψεν ἐπὶ τὴν ταπείνωσιν τῆς δούλης Αὑτοῦ· Ἰδοὺ γὰρ ἀπὸ τοῦ νῦν μακαριοῦσί με πᾶσαι αἱ γενεαί, ὅτι ἐποίησέ μοι μεγαλεῖα ὁ δυνατὸς καὶ ἅγιον τὸ ὄνομα Αὑτοῦ. Ἔμεινε δὲ Μαριὰμ σὺν αὐτῇ ὡσεὶ μῆνας τρεῖς καὶ ὑπέστρεψεν εἰς τὸν οἶκον αὑτῆς.

Δόξα.
Πάτερ Λόγε Πνεῦμα, Τριὰς ἡ ἐν Μονάδι, ἐξάλειψον τὰ πλήθη, τῶν ἐμῶν ἐγκλημάτων.
Καὶ νῦν.
Ταῖς τῆς Θεοτόκου, πρεσβείαις Ἐλεῆμον, ἐξάλειψον τὰ πλήθη, τῶν ἐμῶν ἐγκλημάτων.

Εἶτα τὸ παρὸν τροπάριον.

Στίχος. Ἐλέησόν με, ὁ Θεός, κατὰ τὸ μέγα ἔλεός Σου καὶ κατὰ τὸ πλῆθος τῶν οἰκτιρμῶν Σου ἐξάλειψον τὸ ἀνόμημά μου.

Ἦχος  πλ. β΄. Ὅλην ἀποθέμενοι.
Μὴ καταπιστεύσῃς με, δεσμωτῶν Παραμυθία, Παναγία Δέσποινα, ἀλλὰ δέξαι δέησιν τοῦ ἱκέτου σου, θλῖψις γὰρ ἔχει με, φέρειν οὐ δύναμαι, τῆς καθείρξεως τὰ δέσμια, καὶ τὰς ἁλύσεις μου, καὶ τῶν μηνυτῶν μου τὰ πρόδηλα, χαλκεύματα καὶ δόλια, κατὰ τῆς ζωῆς μου βουλεύματα· Δέσποινα τοῦ κόσμου, ἐλπὶς καὶ προστασία τῶν πιστῶν, μή μου παρίδῃς τὴν δέησιν· τὸ συμφέρον ποίησον.
Σῶσον, ὁ Θεός, τὸν λαόν Σου.
Ἐλέει καὶ οἰκτιρμοῖς.
ᾨδὴ ζ΄. Οἱ ἐκ τῆς Ἰουδαίας.
Συσσεισμῷ σαλευθῆναι, τὰ θεμέλια Κόρη δεσμωτηρίου παθῶν, ὡς ἂν διανοιχθῶσιν, αἱ θύραι παραχρῆμα, καρδιῶν καθικέτευε, τὸν τῶν πατέρων ἡμῶν, Θεόν τε καὶ Υἱόν σου.
Τιμωρὸς ἡ ἡμέρα, ἐπελθέτω Κυρίου ἡ φοβερὰ ἐν πυρί, τοὺς κρίνοντας κρινοῦντι, μὴ τὴν δικαίαν κρίσιν, καὶ δικάσοντι Δέσποινα, τοὺς δικαστάς μου ποτέ, Παρθένε γινομένους.
Χριστοῦ δεομένη, ἀμνηστίαν καὶ χάριν τοῦ ἀπονεῖμαι πιστοῖς, ἑκάστου τῶν δεσμίων, Ἁγνὴ Παρθενομῆτορ, τὸ συμφέρον ἐξαίτησαι, ὅσα γὰρ θέλεις σαφῶς, δύνασαι τοῦ ποιῆσαι.
Νηπενθῆ με καὶ πάλιν, οἱ οἰκεῖοι καὶ φίλοι ἰδέτωσάν με Σεμνή, καὶ τῆς φρικτῆς εἱρκτῆς μου, ποσὶν ἀγαλλομένοις, ἐξερχόμενον Δέσποινα, καὶ σοὶ φωνῇ ἠχηρᾷ, θερμῶς εὐχαριστοῦντα.
ᾨδὴ η΄. Τὸν Βασιλέα.
Ψαλμοῖς καὶ ὕμνοις, καὶ προσευχαῖς τῶν δεσμίων, φυλακαὶ κατασείονται πᾶσαι, ῥήγνυσι γὰρ τείχη, Ἁγνὴ τὸ ὄνομά σου.
λάκτησάν με, τῆς ψευδορκίας οἱ κύνες, ἀλλ’ ἐγὼ τῆς καρδίας μου στύλον, τὴν σὴν Θεοτόκε, ὑπῄρεισα πρεσβείαν.
Χρεὼν ὑμνεῖν σε, ὅτι χρεῶν παραγράφεις, πλῆθος Ἄχραντε δυσαποδότων , δωρεὰν καὶ πάντας, λυτροῖ χρεωφειλέτας.
γγισαν θλίψεις, ἤλασαν ἄλγη τὸ σῶμα, ᾔκησάν μου ἁλύσεις τὰς χεῖρας, ἀλλ’ ὡς Πέτρον πάλαι, σῶσόν με Θεοτόκε.
ᾨδὴ θ΄. Κυρίως Θεοτόκον.
Νοήματα θανάτου, αὐτοβούλου πάντῃ, κολαστικοῦ καὶ ἀπέλπιδος καὶ πονηροῦ, τῶν δεσμωτῶν ἀποσόβησον Παναμώμητε.
Μὴ παύσῃ δεομένη, ὑπὲρ τῶν ἀδίκως, ἐν φυλακαῖς ἐγκλεισθέντων Παρθένε Ἁγνή, καὶ τῆς ἐκείνων ἀμέσου ἀποδεσμεύσεως.
Οὐκ ἔστι μοι ἑτοίμη, πρὸς ἀπολογίαν, ἡ βορβορώδης ψυχή μου διόπερ Σεμνή, τὸν τῆς ἐμῆς μετανοίας χρόνον παράτεινον.
Δόξα.
πὸ τὴν προστασίαν, τὴν σὴν καταφεύγω, ὁ ἀντιδίκων ἀδίκων σαγήνῃ ἁλούς· μὴ οὖν Παρθένε ζωγρίαν, ἐγκαταλίπῃς με.
Καὶ νῦν.
Συνήγορος γενοῦ μοι, εἰς ἐσχάτην ὥραν, τῆς τελικῆς ἀνακρίσεως πάντων Ἁγνή, καὶ αἰωνίου με ῥῦσαι τῆς κατακρίσεως.
Ἄξιόν ἐστιν ὡς ἀληθῶς καὶ τὰ παρόντα μεγαλυνάρια
Χαῖρε ἡ ἐπίκλησις δεσμωτῶν· χαῖρε τῶν δικαίων, ἡ προστάτις καὶ βοηθός· χαῖρε ὑποδίκων, θερμὴ συνηγορία· ἐλπὶς ἀδικουμένων, χαῖρε Πανάχραντε.
Τῆς φωνῆς εἰσάκουσον τῶν πιστῶν, τῶν ἐκδεχομένων, ἱκεσίαν σου πρὸς Χριστόν, τὸν Δικαιοκρίτην, ὑπὲρ τῶν δικαζόντων, καὶ τῶν δικαζομένων, Ἄχραντε Δέσποινα.
ς καρδίαν ἄδεσμος Ἀγαθή, ἀχείρωτος πνεῦμα, καὶ ἀνάλωτος τὴν ψυχήν, πρὸς σὲ καταφεύγων, προσπίπτω τοῖς ποσί σου, αἰτούμενος σαρκός μου, δεσμῶν ἀπάλλαξιν.
Δόλῳ καὶ πλεκτάνῃ δικαστικῇ, ἐπεδίκασάν μοι, κακοπάθειαν καὶ κλαυθμόν, σὺ δὲ μεταβάλλεις, ταῦτα εἰς θυμηδίαν, αὐτεπαγγέλτῳ Κόρη, παραμυθία σου.
Πᾶσαι τῶν ἀγγέλων αἱ στρατιαί, Πρόδρομε Κυρίου, Ἀποστόλων ἡ δωδεκάς, οἱ ἅγιοι πάντες, μετὰ τῆς Θεοτόκου, ποιήσατε πρεσβείαν, εἰς τὸ σωθῆναι ἡμᾶς.
Νῦν ἀπολύεις, τὸ Τρισάγιον καὶ τὰ παρόντα Ἀπολυτίκια.

λέησον ἡμᾶς, Κύριε ἐλέησον ἡμᾶς, πάσης γὰρ ἀπολογίας ἀποροῦντες, ταύτην Σοι τὴν ἱκεσίαν ὡς Δεσπότῃ, οἱ ἁμαρτωλοὶ προσφέρομεν· Ἐλέησον ἡμᾶς.
Δόξα.
Κύριε ἐλέησον ἡμᾶς, ἐπὶ Σοὶ γὰρ πεποίθαμεν, μὴ ὀργισθῇς ἡμῖν σφόδρα, μηδὲ μνησθῇς τῶν ἀνομιῶν ἡμῶν, ἀλλ’ ἐπίβλεψον καὶ νῦν ὡς εὔσπλαχνος, καὶ λύτρωσαι ἡμᾶς ἐκ τῶν ἐχθρῶν ἡμῶν, Σὺ γὰρ εἶ Θεὸς ἡμῶν, καὶ ἡμεῖς λαός Σου, πάντες ἔργα χειρῶν Σου, καὶ τὸ ὄνομά Σου ἐπικεκλήμεθα.
Καὶ νῦν.
Τὴν εὐσπλαχνίας τὴν πύλην ἄνοιξον ἡμῖν, εὐλογημένη Θεοτόκε. Ἐλπίζοντες εἰς σέ, μὴ ἀστοχήσαιμεν· ῥυσθείημεν διὰ σοῦ τῶν περιστάσεων· Σὺ γὰρ εἶ ἡ σωτηρία τοῦ γένους τῶν χριστιανῶν.

Εἶτα ἐκτενὴς καὶ ἐν τῇ ἀπολύσει τὸ παρόν
Ἦχος  β΄. Ὅτε ἐκ τοῦ ξύλου.
δε τὴν ταπείνωσιν Ἁγνή, τῶν ἐν φυλακαῖς ἐγκλεισθέντων, ὧνπερ ἑκάστου ταχύ, Ἄχραντε ἀπέργασαι, τὸ ἀπελεύθερον, ἐφετῶν γὰρ ἀκρότητα, τεκοῦσα ἀσπόρως, Λόγον τὸν Φιλάνθρωπον, πᾶσιν τὴν ἄφεσιν, δίδως δωρεὰν καὶ δωσμώταις, λύσιν τῶν ἁλύσων παρέχεις, ἀλκαιᾷ πρεσβείᾳ σου πρὸς Κύριον.
Δέσποινα πρόσδεξαι, τὰς δεήσεις τῶν δούλων σου, καὶ λύτρωσαι ἡμᾶς, ἀπὸ πάσης ἀνάγκης καὶ θλίψεως.
Τὴν πᾶσαν ἐλπίδα μου, εἰς σὲ ἀνατίθημι, Μῆτερ τοῦ Θεοῦ, φύλαξόν με ὑπό τὴν σκέπην σου.
Δι’ εὐχῶν τῶν ἁγίων πατέρων ἡμῶν,
Κύριε Ἰησοῦ Χριστὲ ὁ Θεός, ἐλέησον ἡμᾶς.
Ἀσμένως τῷ ὑμνήσαντι σὲ Μῆτερ Θεοτόκε
χρυσοῦν ἀντίδος τάλαντον τὸ τῆς ὑμνογραφίας.

Δεν υπάρχουν σχόλια:

Δημοσίευση σχολίου